Ancient Greek
Page 158
Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 158
Not analysed yet
ἀναφέρειν οὐκ ἐπ' ἄλλον τινὰ ἢ τὸν Σωτῆρα· τοῦτον γὰρ προέθετο ὁ Θεὸς ἱλαστήριον ***χρυσίον δὲ καθαρὸν πολλαχοῦ τηρήσας συμβολικῶς λέγεσθαι τὸν καθαρὸν καὶ ἀμιγῆ πρὸς ὕλην νοῦν· τοιοῦτον δέ ἐστιν ἡμῶν τὸ ἱλαστήριον τὸ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν Θεὸς Λόγος ἢ τάχα μᾶλλον ἡ τοῦ Ἰησοῦ ψυχή, ἐπεὶ ἁμαρ|τίαν οὐκ ἐποίησεν οὐδὲ ηὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ οὐδὲ ἔγνω ἁμαρτίαν ***‖Φησὶν γάρ· ‹Ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις τί̣ [τ]ὸ μῆκος καὶ πλάτος καὶ βάθος καὶ ὕψος›· μεγάλης οὖν νοητικῆς, ἵν' οὕτως ὀνομάσω, εὐτονίας καὶ ἰσχύος χρεία ἵν' ἐξισχύσωμεν καταλαβέσθαι μῆκος μὲν καὶ πλάτος τοῦ ἱλαστηρίου, μῆκος δὲ καὶ πλά|τος καὶ βάθος τῶν στερεῶν οἷον τῆς κιβωτοῦ καὶ τῆς τραπέζης, μῆκος δὲ καὶ πλάτος καὶ βάθος καὶ ὕψος τῶν προσειληφότων τῇ οἷον σωματικῇ στερεότητι τὸ ὕψος τῆς νοητῆς φύσεως ***ἑρμηνεία Χερουβεὶν ἐπίγνωσις πεπληθυσμένη, τορευτὰ δὲ ταῦτά ἐστιν τὰ Χερουβεὶν πρὸς παράστασιν, ἀπὸ τῆς τορεύσεως καὶ ἀκριβείας, τῆς |θειότητος ***Τίς οὖν ἂν εἴη ἡ κιβωτὸς ἡ ὑποκειμένη τῷ ἱλαστηρίῳ καὶ τοῖς Χερ[ουβεὶν] ἤ, ὡς οἶμαι, ἱεραὶ καὶ μακάριαι καὶ χωρητικαὶ τῆς τε τοῦ Μονογ[ενοῦς] καὶ τοῦ Ἁγίου Πνεύματος θειότητος δυνάμεις σώμασιν