Ancient Greek
Page 162
Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 162
Not analysed yet
›Καὶ ποιήσει, φησί, τὸν μόσχον ὃν τρόπον ἐποίησεν τὸν μόσχον τῆς ἁμαρτίας· οὕτως ποιηθήσεται αὐτῷ καὶ ἐξιλάσεται περὶ αὐτῶν ὁ ἱερεύς, καὶ ἀφεθήσεται αὐτοῖς›. Οὐκοῦν αἵματι ἐξιλάσεται ὁ ἱερεὺς περὶ πάσης τῆς συναγωγῆς ἵνα |ἀφεθῇ αὐτοῖς ***ἐν αὐτῷ ἐστιν καὶ τὸ ἱλαστήριον καὶ ἀρχιερεὺς καὶ τὸ θυόμενον ὑπὲρ τοῦ λαοῦ ***ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ ἑαυτοῦ αἵματι, ἱλαστήριον δὲ διὰ τὴν πάρεσιν τῶν γεγονότων ἁμαρτημάτων, ἵνα πάρεσις γένηται τῶν προγεγονότων ἁμαρτημάτων, τουτέστιν συγχώρησις |καὶ ἄφεσις, τοῖς πιστεύουσιν ***ἐκ γὰρ τῶν παρακειμένων λέξεων τοῦ τε πλούτου τῆς χρηστότητος καὶ τῆς μακροθυμίας καὶ ἡ μεταξὺ αὐτῶν ὀνομασθεῖσα ἀνοχὴ ‖. . . . αινει παρὰ τὸ ἀνέχεσθαι πεποιημένη ***καὶ δικαιῶν τὸν ἐκ πίστεως, τουτέστιν τὸν πιστεύοντα εἰς Ἰησοῦν καὶ διὰ Ἰησοῦ τῷ Θεῷ, καὶ οὐκ ἄ[το]π̣όν γε προλαβόντας εἰς τὸ «δικαιοῦντα τὸν ἐκ πίστεως Ἰησοῦ» εἰπεῖν [ὅτι] ὥσπερ Ἀβραὰμ ἐπίστευσεν τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαι|[οσύ]νην, οὕτως τοῖς πιστεύσασιν εἰς τὸν Ἰησοῦν ἢ εἰς τὸν Θεὸν διὰ τοῦ Ἰησοῦ λο[γίζ]εται ὁ Θεὸς τὴν πίστιν εἰς δικαιοσύνην, καὶ οὕτω δικαιοῖ τὸν ἐκ π[ίς]τεως Ἰησοῦ ***εἰ μὴ ἄρα ἡ μὲν οὐσία αὐτοῦ ἱλαστήριον, ἡ δὲ ἐνέργεια ἱλασμός ***|τούτων δὲ τὴν τάξιν οἶμαι αἰνίττεσθ[αι] τὸ Λευιτικόν, πρῶτον μὲν νομοθετοῦν περὶ δώρων, δεύτερον δὲ περὶ θυσιῶν σωτηρίου καὶ τρίτον περὶ ψυχῆς ἁμαρτούσης ἀκουσίως ***[Rom. 3, 27—28] πρώτους ἐκείνους πεπιστεῦσθαι τὰ λόγια τοῦ Θεοῦ καὶ ὅσον ἐπὶ τούτῳ τὸ κατὰ τῶν ἐθνῶν ἰουδαικὸν καύχημα