Ancient Greek
Page 164
Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 164
Not analysed yet
π̣[αραστ]ήσας, νῦν αὐτὸ περιγράφει τῷ ἐπενηνοχέναι μετὰ τὸ περ[ισσὸν] τοῦ Ἰουδαίου καὶ τὴν ἀπὸ τῆς περιτομῆς ὠφέλειαν ὡς ἄρα ε̣[ἷς ὁ Θ]εὸς ἀληθής ἐστιν, |πᾶς δὲ ἄνθρωπος ψεύστης ***διὸ πᾶν τὸ δοκοῦν τ[οῖς Ἰουδ]αίοις εἶναι καύχημα ἐκκλείεται καὶ ὡσπερεὶ κωλύεται, νόμου πίστεως δικαιοῦντος τὸν δικαιούμενον καὶ οὐ νόμου ἔργων· οὔτε γὰρ ἀμφότεροι οἱ νόμοι δικαιοῦσιν ἅμα, οὔτε ὁ τῶν ἔργων νόμος· ἀρκεῖ γὰρ εἰς δικαίωσιν ὁ τῆς πίστεως, ἐπεὶ ἔστιν ποτὲ ἤδη τυχεῖν τῆς δικαι|ώσεως πιστεύσαντα μόνον καὶ τὸ καθόλου μηδὲν ἐργασάμενον. Ἔχομεν γοῦν παραστῆσαι τὸν ἐκ μόνης πίστεως χωρὶς ἔργων δικαιούμενον, ὁποῖος ἦν ὁ τῷ Ἰησοῦ συσταυρωθεὶς λῃστής, καὶ τὴν ἐν τῷ κατὰ Λουκᾶν ἁμαρτωλὸν γυναῖκα τὴν κομίσασαν ἀλάβαστρον μύρου καὶ στᾶσαν παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ καὶ διαπραξαμένην ἅπερ ἀναγέγραπται πεποιηκέναι ***καὶ ἐξ οὐδενός γε ἔργου νόμου ἀλλ' ἐκ τῆς πίστεως ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς ὅτε εἶπεν αὐτῇ· ‹Ἀφέωνταί σοι αἱ ἁμαρτίαι› καὶ ‹Ἡ πίστις |σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην ›. Καὶ πολλαχοῦ δὲ τοῦ εὐαγγελίου τὸ ‹Ἡ πίστις σου σέσωκέν σε› λέγεται, ἵνα μάθωμεν ὅτι καλῶς λογιζόμεθα δικαιοῦσθαι πίστει ἄνθρωπον χωρὶς ἔργων νόμου. Ἀλλ' εἰκός τινα τούτων ἀκούσαντα ἀμελήσειν τῆς κατὰ Θεὸν πολιτείας ὡς ἀρκούσης πίστεως εἰς δικαίωσιν. Φήσομεν δὲ πρὸς τοῦτο ὅτι μετὰ δι|καίωσιν ἀδικία γενομένη ἠθέτησεν τὴν χάριν τοῦ δικαιώσαντος ***