Ancient Greek
Page 166
Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 166
Not analysed yet
προλαμβάνει οὖν τὰ ἐσόμενα μετὰ τὴν ἐκ πίστεως δικαίωσιν ἔργα ἡ ἀρκουμένη μόνη τῇ πίστει ἀπὸ Θεοῦ δικαίωσις, ἵν' ὁ δικαιούμενος μὴ καυχήσεται ἐνώπιον τοῦ Θεοῦ ὡς μηδὲν ἀπὸ Θεοῦ δῶρον λαβών, ἀλλ' ἐξ ἔργων νόμου δικαιωθείς. Ἐγὼ δ' οἶ‖μαι ὅτι καὶ τὰ πρὸ τῆς πίστεως ἔργα, κἂν δοκῇ εἶναι δεξιά, ὡς μὴ ἐποικοδομηθέντα καλῷ θεμελίῳ τῇ πίστει, οὐ δικαιοῖ τὸν ποιήσαντα αὐτά. Καὶ ἐπεὶ πᾶσα ἡ ἐξ ἔργων ἀπεκλείσθη πᾶσιν ἀνθρώποις καύχησις, διὰ τοῦτο πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, κἂν ἀληθεύων λέγῃ· ‹Ὁ Θεός, |εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων ἅρπαγες, ἄδικοι, μοιχοί› καὶ τὰ ἑξῆς ***διὰ νόμου πίστεως ἐκκλείεται μὲν πᾶσα καύχησις ἣν καυχήσαιντο ἂν οἱ μὴ νοοῦντες τὴν ἐκ πίστεως δικαίωσιν, οὐκ ἐκκλείεται δὲ ἡ ἐξ αὐτῆς τῆς πίστεως καύχησις, ὁποία ἦν ἡ Παύλου λέγοντος· ‹Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ |ἐν τῷ σταυρῷ τοῦ Κυρίου μου Ἰησοῦ δι' οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ›. Μονονουχὶ γάρ φησιν ὅτι μὴ γένοιτο καυχᾶσθαι ἐπὶ σωφροσύνῃ μ[ηδὲ ἐπὶ] δικαιοσύνῃ, μηδὲ ἐπὶ εὐσεβείᾳ ἢ ταῖς λοιπαῖς ἀρεταῖς, ἢ ἐν μόνῳ τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ [. . Τίς δ]ὲ τὸ τῆς σωφροσύνης καθαρὸν κατανοήσας μὴ χρῃζούς[ης . . . .] σθαι πρὸς τὰς ὀρέξεις καὶ τὰ πάθη ἀνατρέπειν τὸν λογισμ[ὸν κινδυ]νεύοντα καυχήσαιτο ἂν ὡς σώφρων |ἄνθρωπος σάρκα περικείμενος· ἀγαπητὸν γὰρ εἰ τὴν ἐγκράτειάν τις ἀναλάβοι ἕξιν, ὥς φασίν τινες τῶν περὶ ταῦτα δεινῶν, ἐλάττονα