Ancient Greek · ~7 min
Page 180
Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 180
Not analysed yet
τοιούτων σωμάτων [. . . . . . . . . .] αν εἴη ὁ τελεί|ως προνοῶν καλὰ τοῦ Θεοῦ μὲν ἐνώπιον ἐν πίστ[ει ἣν λο]γίζεται ὁ Θεὸς εἰς δικαιοσύνην, ἀνθρώπων δὲ ἐνώπιον καὶ τῶν λοιπῶν λ[ο]γικῶν φύσεων ἐξ ἔργων ἀφ' ὧν δίκαιον ἀποφαίνουσιν τὸν ποιητὴν καὶ μόνοι ἄλλοθεν μὴ δυνάμενοι δικαιοῦν τινα ***δικαιοσύνην οὖν ἀσκητέον συνέντας ὅτι ἡ ζωὴ δικαίῳ καὶ οὐκ ἄλλῳ τινὶ γίνεται προσπα|ραλαμβάνοντι τῇ δικαιοσύνῃ τὴν εἰς Θεὸν πίστιν τὴν ε. . . . ραφην τῆς ζωῆς ἐν αὐτῇ †μελλον ἔχουσαν †η τῇ δικαιοσύνῃ ***Ἐπεὶ τοίνυν δύο εἰσὶν δικαιώσεις, ἡ μὲν παρὰ Θεῷ δικαιοῦσα, ἡ ἐκ πίστεώς ἐστιν, ἡ δὲ παρὰ τοῖς λοιποῖς λογικοῖς, ἡ ἐξ ἔργων, οὕτω πληρουμένου τοῦ ‹Ἐκ πίστεώς μου ὁ δίκαιός μου ζήσεται›, ἐφαρ|μόσεις ταῖς δύο δικαιώσεσιν καὶ τὸ ‹Τὰ κρυπτὰ Κυριῷ τῷ Θεῷ σου, τὰ δὲ φανερὰ ἡμῖν καὶ τοῖς τέκνοις ἡμῶν›, λέξεις δὲ τὰ μὲν Κυρίῳ τῷ Θεῷ βλεπόμενα κρυπτὰ κατὰ τὴν παρὰ Θεῷ δικαιοῦσαν πίστι[ν], τὰ δὲ τοῖς ἀνθρώποις φανερὰ καὶ τοῖς λοιποῖς λογικοῖς κατὰ τὴν ἐξ ἔργων δικαίωσιν. Καὶ μὴ νομίσῃς δύνασθαι μὲν πίστιν εἶναι |ἔν τινι ἣν λογίζεται ὁ Θεὸς εἰς δικαιοσύνην, συνυπάρχειν δὲ ταύτῃ οἷόν τε εἶναι τῇ τοιαύτῃ πίστει ἀδικίαν, ἤ τινα κακίαν. Εἰ γὰρ ὁ πιστεύων ὅτι Ἰησοῦς ὁ Χριστός ἐστιν ἐκ τοῦ Θεοῦ γεγέννηται, ὁ δὲ ἐκ τοῦ Θεοῦ γεγεννημένος οὐχ ἁμαρτάνει, δηλονότι ὁ πιστεύων ὅτ[ι] Ἰησοῦς ὁ Χριστός ἐστιν οὐχ ἁμαρτάνει, ὁ δὲ ἁμαρτάνων οὐ πιστεύει ***|Πατέρα δὲ ἑαυτοῦ καὶ τῶν ἐκ περιτομῆς λέγων εἶναι τὸν Ἀβραὰμ ὁ Παῦ‖λος προστίθεται ὡς ἄρα πατὴρ ἦν κατὰ σάρκα, ὅπερ οὐχ ἡγοῦμαί [τι]να τῶν ἀπὸ τῶν ἐθνῶν ὑγιῶς ἂν λέξειν, ἐὰν <μὴ> ἄρα τις ἐκ σπέρματος τυγχάνῃ