Ancient Greek
Page 182
Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 182
Not analysed yet
Ἰσμαὴλ ἢ ἀπό τινος τῶν ἐξ Ἠσαῦ γενομένων ἢ καὶ ἀπ[ὸ] τῶν Χεττούρας υἱῶν· οὐδεὶς γὰρ τῶν ἔξω τοῦ ἀπὸ τούτων γένους |[κ]αὶ τοῦ ἀπὸ Ἰακὼβ ὑγιῶς ἂν λέγοι κατὰ σάρκα ἑαυτοῦ πατέρα εἶναι τὸν Ἀβραάμ, εἰ καὶ πατέρα πολλῶν ἐθνῶν ἔθηκεν αὐτὸν ὁ Θεὸς καὶ εὐλογοῦνται ἐν αὐτῷ π[ᾶ]σαι αἱ φυλαὶ τῆς γῆς ***Μόνος γὰρ [.] ν ἐκεῖνος υἱὸς ἂν εἴη τ[ιν]ὸς κατὰ σάρκα ὃς γεγέννηται ἐκ σπέρματός τινος κατὰ σάρκα, ὥσπε[ρ] ἐπὶ τοῦ Σωτῆρος ἡμῶν εἴρηται κατὰ |τὴν ἀρχὴν τῆ[ς] ἐξεταζομένης ἐπιστολῆς τὸ ‹Τοῦ γενομένου ἐκ σπέρματος Δα[υὶδ κατὰ σάρκα›] ***ὅτε καὶ ἀποσκηνώσας Ἀβραὰμ [ἐλ]θὼν κατῴ[κησε παρὰ τὴ]ν δρῦν τὴν ἐν Μαμβρῇ, ἣ ἦν ἐν Χεβρών, καὶ ᾠκ[οδόμησεν ἐκ]εῖ θυσιαστήριον Κυρίῳ ***Ὑπερβολικῶς μὲν οὖν [. . . . . . . . . κ]ἂν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθις|τάναι, ἀγάπην [δὲ μὴ ἔ]χω, οὐδὲν ὠφελοῦμαι, καὶ ὥσπερ ὑποθέσεως ἕνεκεν τοῦτο παρείλημπται. Οὐ γὰρ δυνατὸν ἔχειν τὴν τηλικαύτην πίστιν, λέγω δὲ τὴν πᾶσαν ὥστε ὄρη μεθιστάναι, καὶ μὴ ἔχειν ἀγάπην ***Χρὴ δὲ ἀκριβῶς εἰδέναι ὅτι τὸ ἔχειν πᾶσαν τὴν πίστιν ἀπὸ ἀγάπης ἔρχεται, περὶ ἧς γέγραπται· ‹Ἡ ἀγάπη πάντα |πιστεύει› ***Ἐπὶ τίνι ἐπίστευσεν Ἀβραὰμ τῷ Θεῷ οὐ πάνυ σαφῶς διηγήσατο ἡ γραφή· ἔοικεν δὲ ὁ ἀπόστολος καθόλου αὐτὸν ἐκλαμβάνειν πεπιστευκέναι. Καὶ γὰρ ἀληθῶς, εἰ μὲν τὸ καθόλου, πάντως καὶ τὸ κατὰ μέρος· εἰ δ' ἐπὶ τοῖς εἰρημένοις ἐπίστευσεν τῷ Θεῷ, οὐκ ἀκολουθεῖ ὅτι καθόλου ἐπίστευσεν ***ἔστιν διάφορα μέτρα τοῦ πιστεύειν Θεῷ· διὸ Ἀβραὰμ μὲν ἐπίστευσεν καὶ ἐλογίσθη αὐτῷ εἰς