Ancient Greek
Page 196
Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 196
Not analysed yet
δικαιοσύνην› οὐκ ἂν ἐπηπορήσαμεν πῶς τὸ ἀποστολικὸν εἴρηται ὅτι ‹οὐ διὰ νόμ[ο]υ ἐπαγγελία τῷ Ἀβραὰμ ἢ τῷ σπέρματι αὐτοῦ, τὸ κληρονό[μο]ν [αὐ]τ̣[ὸν εἶναι κόσμ]ου ἀ[λ]λὰ διὰ δικαιοσύνης πίστεως›. Νυνὶ δὲ εὑρίσκο[μεν . . . . . . . . . . .] ως μαρτυρια̣ ἐπαγγελίαν αὐτῷ εἰρημένην ἣν νο‖μίζω λελέχθαι περὶ τοῦ κληρονόμον αὐτὸν εἶναι κόσμου ***οὐ διὰ νόμου δὲ ἡ Μελχισέδεκ ἐπαγγελία δέδοται αὐτῷ ὅτε ηὐλόγησεν αὐτὸν καὶ εἶπεν· ‹Εὐλογημένος Ἀβραὰμ τῷ Θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ εὐλογητὸς ὁ Θεὸς ὁ ὕψιστος, ὃς παρέδωκεν τοὺς ἐχθρούς |σου ὑποχειρίους σοι› ***τάχα τὰ μὲν πρὸ τοῦ ‹Ἐπίστευσεν Ἀβραὰμ τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην› δύναται ἐφαρμόζειν τῷ ‹Οὐ γὰρ διὰ νόμου ἡ ἐπαγγελία τῷ Ἀβραὰμ ἢ τῷ σπέρματι αὐτοῦ τὸ κληρονόμον αὐτὸν ε[ἶ]ναι κόσμου›, τὰ δὲ μετὰ τὸ ‹Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ Θεῷ καὶ ἐλογίσθη α[ὐτῷ] εἰς δικαιοσύνην› τῷ ‹Ἀλλὰ διὰ δικαιοσύνης πίστεως›, ὁ|ποῖόν ἐστ[ιν . . .] . ε̣ος ἐπιφερόμενον τῷ ‹Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ Θεῷ καὶ ἐλογ[ίσθη αὐ]τῷ εἰς δικαιοσύνην› ***[Rom. 4, 14—15] τὸ εὔλογον τῆς ἐκ πίστεως μᾶλλον ἢ ἐκ ν̣[όμου δι]καιοσύνης καὶ παρίστησιν φάσκων· Εἰ οἱ κληρονόμοι κληρονό[μο]ι γίγνονται οὐκ ἐκ πίστεως ἀλλ' ἐκ νόμου, δηλονότι κενὴ ἔσται ἡ πίστις, μηδενὸς δι' αὐτῆς πληρουμένου τῷ πεπιστευκότι, καὶ ἡ |διὰ πίστεως ἐπαγγελία γενομένη ἔσται καταργουμένη τῷ τὴν κληρονομίαν μὴ ἀκολούθως τῇ ἐκ πίστεως ἐπαγγελίᾳ δίδοσθαι τῷ πεπιστευκότι ἀλλὰ τῷ τὸν νόμον πεπληρωκότι ***ὥσπερ δὲ ὁ πιστεύων εἰς Ἰησοῦν Χριστὸν πιστεύει εἰς τὸν πέμψαντα αὐτὸν