Ancient Greek · ~5 min
Page 198
Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 198
Not analysed yet
Θεόν, οὕτως ὁ πιστεύων Μωσεῖ πιστεύει εἰς τὸν Χριστόν, ὡς δῆλον ἐκ τοῦ ‹Εἰ ἐπιστεύετε Μωσεῖ, ἐ|πιστεύετε ἂν ἐμοί›· εἰ δὲ ὁ πιστεύων Χριστῷ πιστεύει τῷ Πατρί, δηλονότι καὶ ὁ πιστεύων Μωσεῖ πιστεύει τῷ Θεῷ ***Οἱ γοῦν πρὸ τοῦ Μωσέως νόμου δικαιωθέντες, ὥσπερ Ἑνὼχ ὁ εὐαρεστήσας τῷ Θεῷ καὶ Νῶε ὁ μαρτυρηθεὶς εἶναι δίκαιος ἐν τῇ γενεᾷ αὐτοῦ καὶ οἱ καταξιωθέντες τῆς τοῦ Θεοῦ ἐπικλήσεως Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ οὐ τῷ Μωσέως ἐντυχόν|τες νόμῳ τοιοῦτοι παρὰ Θεῷ ἐχρηματίσαν, ὁποίους αὐτοὺς ὁ τὸν νόμον γραψὰς Μωσῆς εἶναι ἐμαρτύρησεν· καὶ γὰρ ἀληθῶς δικαίῳ νόμος οὐ κεῖται, ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρτωλοῖς ***ἢ λεγέτωσαν ἡμῖν οἱ μηδαμόθεν δικαιοῦσθαι θέλοντες τὸν ἄνθρωπον ἢ ἐκ τοῦ Μωσέως κατὰ τὸ γράμμα τοῦ νό|μου, πότερόν ποτε οὐδεὶς πρὸ Μωσέως ἐδικαιώθη, ἢ ἐδικαιώθη μὲν καὶ χωρὶς τοῦ Μωσέως νόμου, ὡσπερεὶ δὲ μετενόησεν ὁ Θεὸς ἀπὸ τοῦ τρόπου τῆς δικαιώσεως τούτου ὡς χείρονος καὶ δέδωκε διὰ Μωσέως βελτίονα τρόπον δικαιώσεως ***‖Ὥρα οὖν πρὸς ταῦτα λέγειν ὅτι δεδέηνται οἱ μὴ τηλικοῦτοι ὥστε δικαιωθῆναι ὁμοίως τοῖς πατράσιν χωρὶς τῆς διὰ γραμμάτων νομοθεσίας τοῦ διὰ Μωσέως νόμου ὑπὲρ τοῦ τὴν χύσιν τῆς κακίας αὐτῶν παύσασθαι καὶ ὑπὲρ τοῦ περισπωμένους αὐτοὺς περὶ τύπους καὶ σύμβολα καὶ εἰκόνας |πραγμάτων θειοτέρων μὴ καταπέσειν εἰς τὴν εἰδωλολατρίαν· καὶ ἡ [θ]εῖά γε καὶ σοφωτάτη πρόνοια