Ancient Greek
Page 194
Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 194
Not analysed yet
ὁ οὕτως ἀκριβὴς ἐξέθετο τὸ ‹Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην›, ἀλλὰ ‹Ἐπίστευσεν δὲ Ἀβρὰμ τῷ Θεῷ›. Οὕτω δὲ εἰκὸς καὶ ἐν τοῖς ἑξῆς γεγράφθαι ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ ὅτι ‹Ἐλογίσθη ἡ πίστις τῷ Ἀβρὰμ εἰς δικαιοσύνην›. Νυνὶ δὲ ἔχομεν ἡμεῖς Ἀβραάμ ***[τὸ] ‹Ἐπίστευσεν Ἀβραὰμ τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰ[ς δικαιοσύνην› γ]εγραμμένον ἐπὶ τῇ τοῦ ἐκ <τούτου> σπέρματος ἐπαγγελίᾳ εὐλόγω[ς ἐπιφ]έ̣|ρο̣[ι]ς ἂν ἐπὶ τοὺς ἐν ἀκροβυστίᾳ πι[ς]τεύοντας ὡς γεγραμμένου τοῦ προειρημένου διὰ τὸ εἶναι τὸν Ἀβραὰμ πατέρα πάντων τῶν πιστευόντων δι' ἀκροβυστίας εἰς τὸ λογισθῆναι αὐτοῖς δικαιοσύνην ***τὰ δὲ φαῦλα καὶ τὸν αὐχοῦντα εἶναι ἀπὸ τοῦ Ἀβραὰμ ἐκείνου μὲν ἀποκηρύττει, ποιεῖ δὲ χρηματίζειν φαύλου τινὸς καὶ χείρονος· διὸ καὶ ὁ Δανιήλ φ[η]|σιν πρὸς τὸν ἕτερον τῶν ἀκολάστων πρεσβυτέρων· ‹Σπέρμα Χαναὰν καὶ οὐκ Ἰούδα, τὸ κάλλος ἐξηπάτησέν σε καὶ ἡ ἐπιθυμία διέστρεψεν τὴν καρδίαν σου›. Εἴπερ οὖν ὁ μὴ γεννώμενος σωματικῶς ἀπὸ τοῦ Χαναὰν σπέρμα Χαναάν ἐστιν διὰ τὴν ἀκολασίαν, κἂν δόξῃ ἐξ Ἰούδα χρηματίζειν, πῶς οὐκ ἂν εὐλογώτερον σπέρμα τοῦ Ἀβραὰμ [ὁ] μὴ δοκῶν ἐξ ἐ|κείνου γεγενῆσθαι λέγοιτο, μιμησάμενος δὲ τὴν λογισθεῖσαν τῷ Ἀβραὰμ πίστιν εἰς δικαιοσύνην; ***πατὴρ οὖν ὁ Ἀβρ[α]ὰμ καὶ τῶν ἐν ἀκροβυστίᾳ πιστευόντων εἰς τὸ λογισθῆναι αὐτοῖς δικαιοσύνην καὶ τῶν ἐκ περιτομῆς εἰς τὸ καὶ αὐτοῖς διὰ τὴν εἰς Χριστὸν πίστιν λογισθῆναι τὴν δικαιοσύνην ***[Rom. 4, 13] Εἰ μὲν γὰρ μηδεμία ἐπαγγελία πρὸς αὐτὸν ἢ τὸ σπέρμα |αὐτοῦ εἴρητο πρὸ τοῦ ‹Ἐπίστευσεν τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς