Ancient Greek
Page 200
Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 200
Not analysed yet
διὰ τῶν κατὰ νόμον θυσιῶν καὶ πάσης τῆς λατρείας πολλοὺς μὲν ἀσθενεστέρους ἀπέστησεν εἰδωλολατρίας ***οἱονεί τινι ὁμοιώματι περισπάσαι αὐτοὺς δυνάμενα ἀπὸ τῶν ἐθνικῶν ***ἐπεὶ μηδὲ παράβασις ᾗ ὁ νόμος προσφέρων τὴν |κόλασιν σύστασιν ἔχει, ἔνθα μὴ ἔστιν οὗτος ὁ νόμος ***. [.] ι π. . . τούτων λέγων καταλείπων τὸν Ἀδὰμ καὶ τὴν Εὔα[ν . . . . . ο]ὗ οὐκ ἔστιν νόμος οὐδὲ παράβασις, οὐκ ἦν δὲ νόμος ἐπὶ [Ἀδὰμ κ]αὶ Εὔας ὁ Μωσέως, οὐδὲ παράβασις ἦν ἐπ' Ἀδὰμ καὶ Εὔας [. . . . .] . τολμῶν κατὰ τοῦ ἀποστόλου προσθείη ἂν ὅτι οὐδὲ αὐτὸς [ὁ ὄ]φις |παραβατικόν τι πεποίηκεν· εἰ γὰρ οὗ οὐκ ἔστιν νόμος οὐδὲ παράβασις, οὐδὲ ἐν τούτῳ τῷ πρὸ νόμου αὐτὸν ἠπατηκέναι τὴν γυναῖκα παράβασις ἦν ***ἀσυκοφαντήτως ἀκούειν χρὴ τοῦ ἀποστόλου ἐν τούτοις καὶ συνιέναι τοῦ βουλήματος αὐτοῦ. Φασὶ γάρ τινες· εἰ ἔνθα οὐκ ἔστι νόμος οὐδὲ παράβασις, δηλονότι οὐδεὶς ἐν παραβάσει γέγονε πρὸ Μωσέως· εἰ δὲ μὴ γέγονέ τις, οὐδὲ ψεκτός· οὔτε οὖν Κάϊν οὔτε πάντες οἱ διὰ τὰς ἑαυτῶν ἁμαρτίας τὸν κατακλυσμὸν παθόντες ἢ οἱ ἐν Σοδόμοις ἐν