Ancient Greek
Page 202
Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 202
Not analysed yet
παραβάσει γεγόνασιν· καὶ πρό γε τούτων Ἀδὰμ καὶ ἡ Εὔα. Λεκτέον οὖν πρὸς τούτους ὅτι ὁ Μωσέως νόμος οὐ τὴν ἐν τῇ κρίσει ὀργὴν κατεργάζεται ἀλλὰ τὴν κατ' αὐτόν, τοὺς μὲν λιθολεύστους ποιῶν, ἑτέρους δὲ ἐπὶ πυρὸς κατακαίων, ἢ ἑτέρᾳ ὑποβάλλων τιμωρίᾳ· ἀλλὰ καὶ εἴπερ οὗ οὐκ ἔστι νόμος οὐδὲ παράβασις, ὅτε ὅσα ὁ νόμος λαλεῖ τοῖς ἐν τῷ νόμῳ λαλεῖ, †ὅρα δὲ αὐτοὺς καὶ τὸν παρ' αὐτῷ Παύλῳ νόμον πίστεως ὀνομαζόμενον Θεοῦ ὀργὴν κατεργάζεσθαι καὶ παράβασιν εἶναι ἔνθα ἔστιν ὁ τῆς πίστεως νόμος καὶ ὁ τοῦ Θεοῦ. Σαφῶς δὲ αὐτὸς ἕτερον μὲν εἶναι νόμον τὸν τοῦ Θεοῦ, ᾧ μόνῳ καὶ αὐτὸς συνήδεται κατὰ τὸν ἔσω ἄνθρωπον, ἕτερον δὲ νόμον παρὰ τοῦτόν φησιν εἶναι ἐν τοῖς μέλεσιν ἑαυτοῦ ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου· καὶ ὅρα μήποτε οὗτος ἀληθῶς ἐστιν ὀργὴν κατεργα|ζόμενος καὶ οὗ οὐκ ἔστιν οὗτος ὁ νόμος, ἐκεῖ οὐδὲ παράβασις ἔστιν· καὶ οἱ ἐκ τούτου τοῦ νόμου οὐδαμῶς εἰσιν κληρονόμοι δι' ὃν λέγεται· ‹Εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι, κεκένωται ἡ πίστις› ***τοῖς ἐκ περιτομῆς ἐπαιρομένοις κατὰ τῶν πιστευόντων ἐν ἀκροβυστίᾳ μεγάλα περὶ αὑτῶν φρονοῦσιν ταῦτα γράφει ὁ Παῦλος, |ἀπατηθεῖσιν διά τινων προφητικῶν ῥητῶν ἃ μὴ νενοήκασιν, ὁποῖόν ἐστιν καὶ τὸ ἐν τῷ Ἰερεμίᾳ οὕτως ἔχον· ‹Ἐὰν ὑψωθῇ ὁ οὐρανὸς εἰς τὸ μετέωρον καὶ ἡ γῆ ταπεινωθῇ κάτω, κἀγὼ οὐκ ἀποδοκιμάσω τὸ γένος Ἰσραὴλ περὶ πάντων ὧν ἐποίησαν› ***ἀλλὰ τοῦτο μᾶλλον τὸ