Ancient Greek
Page 204
Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 204
Not analysed yet
μὴ ὑφεστηκέναι τὴν παράβασιν ἔνθα |οὐκ ἔστιν νόμος ***οὕτως οὐδὲ κατηγορητέον τοῦ νόμου ὀργὴν κατεργαζομένου τοῖς παρανόμοις, οὐδὲ αἰτιατέον αὐτὸν εἰ συνυπέστη αὐτῷ ἡ τῆς παραβάσεως ἔννοια φθάνουσα ἐπὶ τοὺς μὴ τηρήσαντας αὐτόν ***Φήσει γὰρ ὅτι οὗτος ὁ φυσικῶς ἡμῖν ἐγγεγραμμένος νόμος καὶ ἐν πλαξὶν καρδί‖αις σαρκίναις ὑπὸ τοῦ Θεοῦ ἐντετυπωμένος ὀργὴν κατήργα[ς]το τῷ Κάϊν καὶ τοῖς ἀπολωλόσιν ἐν τῷ κατακλυσμῷ καὶ τῷ . [. .] καὶ τοῖς Σοδομίταις, καὶ ἐπείπερ οὗ οὐκ ἔστιν νόμος οὐδὲ παράβασις, παράβασις δὲ ἦν ἐν τούτοις, νόμος ἄρα ἦν ἐν αὐτοῖς ἀλλ' οὐ|χ ὁ Μωσέως ἀλλ' ὁ πρεσβύτερος τοῦ Μωσέως καὶ ἐγγεγραμμένος οὐκ ἐν πλαξὶν λιθίναις ἀλλ' ἐν πλαξὶν καρδίαις σαρκίναις ***[Rom. 4, 16—17] Τὰ δὲ περὶ τοῦ Ἀβραὰμ φερόμενα ἐξ ἀποκρύφων ὡς ἄρα ἀπὸ φυσικῶν ἐννοιῶν κινηθεὶς ἐπίστευσεν τῷ Θεῷ ἀντιλέγεται καὶ μάλιστα ὑπὸ τῶν μ̣α̣[ρτυρ]ουμένων τὰς τοιαύτας βίβλους ὡς πεπλανημένας |***Οἶμαι δὲ ὅτι [ὥσπερ] τ[ὸ] εἶ[ν]αι οὐδὲ ἐπινοεῖται κατὰ μισθὸν ἡμῖν δεδόσθ[αι ὑπὸ] Θεοῦ (ὅλον γάρ ἐστιν σαφῶς χάρις τοῦ ἡμᾶς οὐσιώσαντος [καὶ μά]λιστα λογικοὺς ποιήσαντος), οὕτως καὶ τὸ καλῶς ε̣ἶ̣ν̣α̣ι̣ καὶ τυγχάνειν κληρονομίας Θεοῦ καὶ ἐπαγγελίας οὐδαμῶς ἐστιν μισθὸς καὶ αὐτὸ δὲ ὅλον χαρίς, ἐν ἐκείνῳ ἀπο|λειπομένου τοῦ ἐκεῖ μὲν μηδὲν αἴτιον γεγονέναι τοῦ ἡμᾶς ὑφεστάναι ἐνταῦθα δὲ τῷ πιστεύειν Θεῷ μόνον ***ἐν τῷ καταλόγῳ τῶν χαρισμάτων τῶν διδομένων κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, κατείλεκται καὶ ἡ πίστις·