Ancient Greek
Page 208
Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 208
Not analysed yet
ἀμετάβολον τήν γε βεβα|ιότητα, ἥτις οὐκ ἐμφαίνεται περὶ τὰ ἐκ νόμου ἔργα. Ἀποστρέφειν γοῦν ποτε δίκαιος ἐκ τῆς δικαιοσύνης αὐτοῦ λέγεται καὶ ποιεῖν ἀδικίαν· οὐκ οἶδα δὲ εἰ καὶ περὶ τῆς πίστεως γέγραπται ὅτι ἀπέστρεψέν τις ἀπὸ τῆς πίστεως, ἅπαξ μαρτυρηθεὶς πεπιστευκέναι καὶ δικαιωθεὶς διὰ τὴν πίστιν. <<Εἶτα καὶ τῇ μαρτυρίᾳ ἐπισφραγίζει ὁ θεῖος ἀπόστολος τὸ εἰρημένον αὐτῷ. >>***Οὐ δύναται γὰρ ἡ δικαιουμένη πίστις . [. . . .] . . |ἔργα τοῦ νόμου ποιεῖν, νόμον δὲ νῦν λέγομεν καθο. [. . . . .] ὅταν δὲ ἔθνη τὰ μὴ νόμον ἔχοντα ***παντὶ δὲ τῷ σπέρματι, ἤτοι τῷ ἐκ τοῦ νόμου ἢ τῷ ἐκ τῆς πίστεως αὐτοῦ, καὶ οὐ μόνον τῷ ἐκ τοῦ νόμου ἀλλ' εἰ ἔχοι πρὸς τ<ῷ> ἐκ τοῦ νόμου τὸ ἐκ τῆς πίστεως. Εἰ γὰρ μὴ οὕτως ἐκλάβοιμεν, ἔσται ἡ ἐπαγγελία τοῖς ἐξ Ἰσμαὴλ καὶ τοῖς ἐκ Χεττούρας· ἅπερ οὐκ ἀρέσκει ***πατὴρ δὲ πάντων ἡμῶν [του]τ̣έστιν τῶν οὐκ ἐκ νόμου μόνον ἀλλὰ καὶ ἐκ πίστεως ὄν[των καὶ] πίστει τοῦ Ἀβραὰμ δικαιουμένων ***ὁποῖα τὰ πολλὰ ἔθνη ἦν ὧν τέθεικεν αὐτὸν πατέρα ὁ τὰς ἐπαγγελίας αὐτῷ διδοὺς Θεός ***Περὶ γὰρ τῶν διὰ τὴν ἁμαρτίαν νενεκρωμένων, ὧν ἡ ψυχὴ νεκρὰ γεγένητο ἐν ζῶντι σώματι οἴομαι νῦν αὐτὸν λέγειν· ψυχὴ γὰρ ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται· καὶ εἴ|περ ὁ νεκρὸς τῶν αἰσθήσεων ἐστερημένος ἐστὶν νεκρὸς