Ancient Greek
Page 210
Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 210
Not analysed yet
καὶ μηδεμίαν ἔχων τῶν πέντε, διὰ τί οὐκ ἂν λέγοις ψυχὴν νεκρὰν τὴν ἐστερημένην τῶν λεγομένων θείων αἰσθήσεων; ***Εἴπερ δὲ ὅμοιοι τοῖς ἑαυτῶν τοιούτοις λεγομένοις θεοῖς γίνονται οἱ πεποιθότες ἐπ' αὐτοῖς, μήποτε ὅμοιοι γίνονται τῷ Θεῷ καὶ οἱ πεποιθότες |ἐπ' αὐτῷ, ἀπολαμβάνοντες διὰ τῆς τοιαύτης πεποιθήσεως τὸ λεῖπον τῷ ‹Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν›, ὅπερ ἐστὶν τὸ καθ' ὁμοίωσιν ***Τίνα δὲ τὰ μὴ ὄντα ἢ οἱ ἐστερημένοι τοῦ ὄντος καὶ μὴ μετέχοντες αὐτοῦ, οὕτω καλούμενοι πρὸς ἀντιδιαστολὴν τῶν μετεχόντων τοῦ εἰπόντος· ‹Ἐγώ εἰμι ὁ ὤν›; ***Εὕρομεν δὲ καὶ ἐν τῇ Αἰσθὴρ τοιαύτην τινὰ εὐχήν· ‹Μὴ παραδῷς, Κύριε, τὸ σκῆπτρόν σου τοῖς μὴ οὖσιν› ἀντὶ τοῦ «τοῖς μὴ μετέχουσίν σου καθὸ ὢν τυγχάνεις» ***Καλεῖ δὲ τὰ μὴ ὄντα ἵνα ὑπακούσασιν αὐτοῖς χαρίσηται τὸ εἶναι. Ἀλλ' ἴσως τις πρὸς ταῦτα ἐρεῖ πῶς ὁ ἀπόστολος ἑτέρωθί φησι· ‹Ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου |ἐξελέξατο ὁ Θεὸς ἵνα καταισχύνῃ τοὺς σοφούς, καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ Θεός, ἵνα καταισχύνῃ τὰ ἰσχυρά, καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ Θεός, τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ; ›Ἀλλ' εὔδηλον ὡς ἕτερόν ἐστι τοῦτο σημαινόμενον τοῦ ὄντος καὶ μὴ ὄντος ὅσον ἀπὸ πάσης τῆς ἐκεῖσε συμφράσεως· ὄντες μὲν γὰρ ἐνθάδε οἱ κατὰ σάρκα σοφοὶ καὶ δυνατοὶ καὶ εὐγενεῖς, μὴ ὄντες δὲ οἱ ἄλλως παρὰ τούτους διακείμενοι ὡς πρὸς τὴν ἐκείνων ὑπόληψιν μωροὶ κόσμου καὶ ἀσθενεῖς |αὐτῷ καὶ ἀγενεῖς ***ἕτερος δὲ μωρὸν μὲν κατὰ σάρκα προφάσει σωματικῆς κατασκευῆς ἐμποδιζόμενον τοῦ νοεῖν ὁποῖοί εἰσιν οἱ πάνυ μικροκέφαλοι ἢ καὶ τερατώδεις ***