Ancient Greek · ~4 min
Page 212
Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 212
Not analysed yet
[Rom. 4, 18—22] ὁριζόμενος ἢ ὑπογράφων ὁ λόγος ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ τὴν πίστιν φησίν· ‹Ἔστιν δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμά‖των ἔλεγχος οὐ βλεπομένων›· καὶ ἐν τοῖς ἑξῆς δὲ τῆς πρὸς Ῥωμαίο[υς ταῦ]τά φησιν ὁ Παῦλος· ‹Τῇ γὰρ ἐλπίδι ἐσώθημεν· ἐλπὶς δὲ βλεπομένη [οὐκ] ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τις, τί ἐλπίζει; Εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπ[ί]ζ[ο]μεν, δι' ὑπομονῆς ἀπεκδεχόμεθα› ***Ὅρα μήποτε ὡς Ἀβραὰμ παρ' ἐλπίδα ἐπ' ἐλπίδι ἐπίστευσεν, οὕτως καὶ πάντες οἱ τῆς |πίστεως Ἀβραὰμ υἱοὶ παρ' ἐλπίδα ἐπ' ἐλπίδι <πιστεύουσιν> περὶ πάντων ὧν πιστεύουσιν, εἴτε περὶ ἀναστάσεως νεκρῶν εἴτε περὶ τοῦ κληρονομήσειν βασιλείαν οὐρανῶν ἢ βασιλείαν Θεοῦ. Ταῦτα γὰρ ὅσον ἐπὶ τῇ ἀνθρωπίνῃ φύσει παρ' ἐλπίδα ἐστίν, ὅσον δὲ ἐπὶ τῷ δυνατῷ τοῦ Θεοῦ καὶ ταῖς ἀψευδέσιν ἐπαγγελίαις αὐτοῦ ἐπ' ἐλπίδι τῶν ἐκ τοῦ πιστεύειν ἐλπιζόντων τυγχάνει. Καὶ ἐπείπερ ὁ πιστεύων ἐπ' ἐλπίδι πιστεύει, διὰ τοῦτο ‹μένει πίστις, ἐλπίς, ἀγάπη›. Καὶ νομίζω στοιχειώσεως μὲν ἔχειν λόγον τὴν πίστιν, προκοπῆς δὲ τὴν ἐλπίδα,