Ancient Greek · ~7 min
Page 214
Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 214
Not analysed yet
τελειότητος δὲ τὴν ἀγάπην ***οὕτω δὲ καὶ |ἀσθενῶ[ν ἄ]ν τις εἴη καὶ τῷ ἐλεεῖν, ἐλεῶν μὲν οὐκ ἱλαρότητι δέ, ἀλλ' ὡς ἐκ [λύ]πης ἢ ἐξ ἀνάγκης ***διὸ νομίζω λέγεσθαι περὶ τῆς ἀγάπης ὅ[τι] καὶ ‹πάντα πιστεύει›, ὅπερ ἴσον ἐστὶν τῷ «ποιεῖ πᾶσαν τὴν πίστιν π[ις]τεύειν καὶ ἔχειν τινὰ πᾶσαν τὴν πίστιν», καὶ ὅπου ἡ τελεία ἀγάπη, ἐκεῖ πᾶσα ἡ πίστις ***καίτοι γε τῆς τοῦ σώματος νεκρό|τητος καὶ τῆς νεκρώσεως ἧς εἶχεν ἡ μήτρα Σάρρας ὅσον ἐφ' ἑαυτοῖς ἀσθενεῖν τῇ πίστει αὐτὸν προκαλουμένων ***τὸ νενεκρωμένον τοῦ Ἀβραὰμ σῶμα καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρρας· τούτοις ἑπόμενος φήσεις τὴν μὲν τῶν λοιπῶν γένεσιν ἀπὸ πυρώσεως ἐσχηκέναι τὴν ἀρχήν, τὴν δὲ τοῦ Ἰσαὰκ οὐδαμῶς μὲν ἀπὸ πυρώσεως, διὰ |δὲ τὴν ἐπαινετὴν νεκρότητα τοῦ σώματος Ἀβραὰμ καὶ τῆς μήτρας Σάρρας τῇ ἐπαγγελίᾳ τοῦ Θεοῦ ***ὥστε ἐν ἐπαίνῳ λέγεται ἡ τοιαύτη νέκρωσις τοῦ τὰ μέλη τὰ ἐπὶ τῆς γῆς νεκρώσαντος· ὅτε γάρ τις πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῖ, τότε σβέννυσι πᾶσαν τὴν πεφυκυῖαν ἀνάπτεσθαι ἐν αὐτῷ πύρωσιν· ὥστε τὴν τοῦ Ἰσαὰκ γένεσιν μὴ εἶναι ἀπὸ πυρώσεως ἀλλ' ἐξ ἐπαγγελίας Θεοῦ· ἄξιοι γὰρ γεγόνασιν τηλικούτου πατριάρχου ἐπιγραφῆναι γονεῖς πνεύματι τὰς πράξεις τοῦ σώματος θανατώσαντες ***Ὅτι δὲ οὐ διὰ τὸ γῆρας λέγεται τὸ σῶμα τοῦ Ἀβραὰμ νενεκρωμένον, δῆλον ἔσται τῷ ἐπιστήσαντι τίνα τρόπον προσθέμενος |Ἀβραὰμ ἔλαβεν γυναῖκα ᾗ ὄνομα Χεττούρα, καὶ ἔτεκεν αὐτῷ τὸν Ζεμβρὰν καὶ τὸν Ἰεκτὰν καὶ τὸν Μαδὰν καὶ τὸν Μαδιὰμ καὶ τὸν Ἰεσβὸκ καὶ τὸν Σωύε, καὶ ἔλαβεν ταύτην μετὰ τὴν τελευτὴν Σάρρας ἥτις ἔζησεν ἔτη ρκζ, πρεσβύτερος δὲ τῆς Σάρρας δέκα ἔτεσιν εὑρίσκεται σαφῶς ὁ Ἀβραάμ· οὐκοῦν παρὰ τὸν καιρὸν τοῦ θανά|του Σάρρας ρλζ ἐτῶν ἦν ὁ Ἀβραάμ. Ἐὰν δέ τις δοκῇ καὶ μετ<ὰ τ>αῦτα θέλειν τὴν νέκρωσιν τοῦ σώματος Ἀβραὰμ διὰ τὸ