Ancient Greek
Page 218
Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 218
Not analysed yet
ἀλλὰ ταῦτα γέ|γραπται, ὡς μὲν ἐσχημάτισεν τὴν λέξιν Παῦλος, «δι' αὐτόν», ἅτε ἰδιώτης τῷ λόγῳ τυγχάνων, ὡς δὲ νενόηκεν ἀντὶ τοῦ «περὶ αὐτοῦ» ***Οὐκ εὐχερὲς γὰρ ἐκλαβεῖν τὸ βούλημα αὐτοῦ ἢ καὶ ἄλλων γραφῶν, ἐπὰν διὰ μὲν τὴν ἐν τῷ φράζειν ἰδιωτείαν ἕτερον τοῦ νενοημένου τὸ γεγραμμένον <ᾖ> ἢ διὰ τὸ κατὰ τὴν λέ|ξιν δυσθήρατον ἐγχωρῇ πλείονας ἐκδοχὰς γίνεσθαι τοῦ γεγραμμένου, ὧν ἑκάστην πρὸς τὸ νομιζόμενον ἑαυτῷ χρήσιμον ἕκαστος τῶν διαφόρως νοούντων παραδεξάμενος δόξει τοῖς μὴ ὁμοίως νενοηκόσιν παρέχειν πράγματα ***Τί μᾶλλον ἀντὶ μωρολογίας καὶ εὐτραπελίας οὐκ ἀνηκόν‖των παραλαμβάνει τὴν εὐχαριστίαν <ἢ> φέρε εἰπε<ῖ>ν τὴν . [. . . . . . .] ἢ τὴν σοφίαν ἢ τὴν ἀλήθειαν; Οὐ γὰρ ἐδόκει μοι συνηρτῆσθα[ι τὸ] «εὐχαριστίας» κατὰ τὴν συνήθειαν λαμβανόμενον ὄνομα πρὸς [τὴν μω]ρολογίαν καὶ εὐτραπελίαν. Ἔδοξεν οὖν μοι τὴν εὐχαριστία[ν ἀν]|τὶ τῆς οἱονεὶ εὐχαριτίας παρειληφέναι, μὴ ἀποκλείων μέν ποτ[ε] ἐν ταῖς ἀνέσεσι τὸ ἐν ὁμιλίαις εὔχαριν ἢ χαρίεν καὶ φαῖδρον ἀπ[α]γορεύων δὲ ὡς βωμολοχίαν τὴν μωρολογίαν καὶ εὐτραπελί[αν]· καὶ πάνυ τε ἠρτημένως παρέθηκεν ***εἶτ' ἐζήτουν εἴ που ἡ ἱερὰ