Ancient Greek · ~6 min
Page 216
Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 216
Not analysed yet
γῆρας λέγειν ‖[γεν]έσθαι, λεκτέον αὐτῷ ὅτι ἔστω χάριτος αὐτὸν τῆς ἐν ἐπαγ[γε]λίᾳ δεδεῆσθαι ἑκατονταέτη που ὑπάρχοντα ἵνα γένηται τοῦ [Ἰσα]ὰκ πατήρ, πῶς οὖν χωρὶς ἐπαγγελίας μετὰ τὸ γενέσθαι ρλζ ἐτῶν ἐγεννήθησαν αὐτῷ ἄλλοι ἓξ υἱοί; Καὶ ἄλλως δὲ λογισάμενος τὸν χρό|νον τῆς ζωῆς Ἀβραὰμ ἔτη πάντα γενόμενον ροε, ἀνάλογον τῷ τοσούτῳ χρόνῳ, τὴν εὐτονίαν καὶ τὴν σύστασιν τοῦ σώματος αὐτοῦ φήσεις μηδέπω ἠμβλύνθαι ἡνίκα ἑκατονταέτης που ὑπῆρχεν ἔτι ***[π]ρὸς δὲ <τὸ> πεισθῆναι ὅτι οὐ διὰ γῆρας νενεκρωμένον εἶναι λέγεται τὸ τοῦ Ἀβραὰμ σ̣ῶ̣μ̣α̣, τήρει ὅτι πρότερον μὲν εἰσῆλθεν Ἰσαὰκ εἰς τὸν οἶκον τῆς [μητ]ρὸς αὐτοῦ |Σάρρας καὶ ἔλαβεν τὴν Ῥεβέκκαν, καὶ ἐγένετο αὐτῷ [γυνή], καὶ ἠγάπησεν αὐτήν, καὶ παρεκλήθη Ἰσαὰκ περὶ τῆς μητρὸς α[ὐτο]ῦ· καὶ ἦν Ἰσαὰκ ἐτῶν μ ὅτε ἔλαβεν τὴν Ῥεβέκκαν· ὕστερον δὲ [προς]θέμενος Ἀβραὰμ ἔλαβεν γυναῖκα ᾗ ὄνομα Χεττούρα· οὐκοῦν ὅ[τ]ε προσθέμενος Ἀβραὰμ ἔλαβεν γυναῖκα ᾗ ὄνομα Χεττούρα, ἐτῶν ἐγεγό|νει ρμ ***καὶ τὴν νέκρωσιν τοῦ Ἰησοῦ πάντοτε ἐν τῷ σώματι περιφέροντες, οὐδαμῶς μὲν ἔτι φοροῦντες τὴν εἰκόνα τοῦ χοϊκοῦ, ἀεὶ δὲ φοροῦντες τὴν εἰκόνα τοῦ ἐπουρανίου ***ζητήσαι δ' ἄν τις εἰς ταῦτα ἐπιτηρῶν πότε εἴρηται τὸ ‹Οὕτως ἔσται τὸ σπέρμα σου› καὶ ὅτι οὐδέπω γεγεννημένου τοῦ Ἰσμαὴλ ὅτε Ἀβραὰμ περὶ τὰ πζ ἔτη |γεγόνει, πῶς ὁ ἀπόστολός φησιν μετὰ τὸ ‹Οὕτως ἔσται τὸ σπέρμα σου› τὸ ‹Καὶ μὴ ἀσθενήσας τῇ ἑαυτοῦ πίστει κατενόησεν τὸ ἑαυτοῦ σῶμα ἤδη νενεκρωμένον, ἑκατονταέτης που ὑπάρχων›, καὶ φήσει ὅτι οὐκ ἦν ἑκατονταέτης που Ἀβραὰμ τότε ***[Rom. 4, 23—25] ‹Οὐκ ἐγράφη δὲ διὰ αὐτὸν μόνον ἀλλὰ καὶ δι' ἡμᾶς›