Ancient Greek
Page 220
Origen, Commentarii in Romanos (III.5-V.7) (P. Cair. 88748 % cod. Vat. gr. 762) 220
Not analysed yet
γραφ[ὴ τῇ] «εὐχάριστος» ὀνομασίᾳ ἀντὶ τῆς «εὐχαριτίας» ἐχρήσα|το· εὗρ[ον γο]ῦν ἐν ταῖς Παροιμίαις ‹Γυνὴ εὐχάριστος ἐγείρει ἀνδρὶ δόξαν›, [ἐν δ]ὲ ταῖς λοιπαῖς ἐκδόσεσιν ἀντὶ τοῦ ‹Γυνὴ εὐχάριστος› ‹Γυνὴ χ[. . .] . ν οἶμαι †η χάρις γέγραπτο ***εἰπόντος τοῦ Παύλου· ‹Ἐνώπιον τοῦ Θεοῦ καὶ ἐναντίον τοῦ Θεοῦ ἐν Χριστῷ λαλοῦμεν›, καὶ χρησαμένου τῇ «ἐναντίον», ὡς καὶ πολλαχοῦ ἡ παλαιὰ διαθήκη περιέχει, λέξει ἁ|πλούστερον οἱονεὶ «ἐν ὀφθαλμοῖς» τοῦ Θεοῦ, οἱ ἀπὸ Μαρκίωνος κακουργότερον ἤκουσαν τοῦ ‹Κατεναντίον τοῦ Θεοῦ ἐν Χριστῷ λαλοῦμεν› οἱονεὶ ἐναντίως τῷ βουλήματι τοῦ Θεοῦ οὗ λέγουσιν ἑτέρου παρ' αὐτὸν δημιουργοῦ, ἐν Χριστῷ δέ φασιν λαλεῖν τὸν Παῦλον ἀμφότερα τό τε ἐνώπιον τοῦ ὡς λέγουσιν ἀγαθοῦ καὶ τὸ ἐναντίον ὥς φασιν τοῦ δημιουργοῦ |***Τὸ γὰρ πιστεύειν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν, ἐκεῖνοι μὲν ἀκούσονται ὡς ἕτερον τοῦ Θεοῦ ᾧ ἐπίστευσεν Ἀβραὰμ καί φασιν ὅτι Ἰουδαῖοι πιστεύουσιν μὲν τῷ Θεῷ ὡς ἐπίστευσεν Ἀβραάμ, οὐ μὴν πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν ***καὶ Ἰουδαῖοι δὲ μὴ πιστεύοντες |ὅτι ἠγέρθη Ἰησοῦς ὁ Κύριος ἡμῶν ἐκ νεκρῶν οὐ πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν· τούτῳ δὲ μὴ πιστεύοντες οὐ πιστεύουσιν τῷ Θεῷ· διὸ οὐκ ἔστιν ἐν αὐτοῖς πίστις ὁποίαν πιστεύων τῷ Θεῷ Ἀβραὰμ εἶχεν πίστιν λελογισμένην εἰς δικαιοσύνην ***