Ancient Greek
Page 103
Origen, Commentariorum series in evangelium Matthaei (Mt. 22.34-27.63) 103
Not analysed yet
ἐν δὲ ἀναγωγῇ ἐρεῖς σκοτιζόμενον ἥλιον τὸν διάβολον ἐπὶ πολὺ μὲν μετασχηματιζόμενον ὡς ἄγγελον φωτὸς καὶ πολλοὺς ἀπατήσαντα ὡς ἥλιον, ἐπὶ δὲ συντελείας ἐλεγχθησόμενον σκότος καὶ ὑποκριτὴν ἀνατολῆς. σελήνην δὲ οὐ δώσουσαν «τὸ φέγγος» τὴν τῶν πονηρευομένων ἐκκλησίαν, ἐπαγγελλομένην μὲν διδόναι τὸ φῶς, τότε δὲ ἐλεγχθησομένην ἀνατραπέντων αὐτῆς τῶν δογμάτων. τοὺς δὲ ἐν ὑψώμασι λόγων ἐπαιρομένους «κατὰ τῆς γνώσεως τοῦ θεοῦ» τοὺς πεσουμένους ἀστέρας ἐκ τοῦ ἰδίου οὐρανοῦ.