Ancient Greek · ~1 min
Page 108
Origen, Commentariorum series in evangelium Matthaei (Mt. 22.34-27.63) 108
Not analysed yet
υἱὸν δὲ ἀνθρώπου ἑαυτόν φησιν ὡς ἐνσώματον ἐλευσόμενον ὥσπερ δέ, ὅτε μετεμορφώθη παραλαβὼν τοὺς τρεῖς μαθητάς, νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, οὕτως ἐν τῇ δευτέρᾳ παρουσίᾳ ἐνδοξότερον μεταμορφωθεὶς ἐπὶ πλειόνων ἥξει νεφελῶν, ὡς ἂν οὐ τρισὶν ἀλλὰ πλείοσιν ὁρώμενος.