Ancient Greek
Page 122
Origen, Commentariorum series in evangelium Matthaei (Mt. 22.34-27.63) 122
Not analysed yet
ἀκουστέον, ὅτι οὐ μὴ παρέλθῃ ἡ ἐν ὄψει τοῦ σωτῆρος τῆς καινῆς διαθήκης γενεὰ οὐδὲ ἐλεύσεται ἐπὶ τὰς ἐπαγγελίας, ἕως οὗ πάντα ἃ εἶπεν ὁ σωτὴρ γένηται. καὶ ἑκάστῳ δὲ ἡμῶν ταῦτα γενέσθαι μυστικῶς δεῖ, ἐὰν ἀπὸ τῆς διδασκαλίας ἕως τέλους ἐν πᾶσι τις διαρκέσας μείνῃ ἀπαθὴς ἄχρι τῆς ἐνδόξου Χριστοῦ παρουσίας.