Ancient Greek
Page 123
Origen, Commentariorum series in evangelium Matthaei (Mt. 22.34-27.63) 123
Not analysed yet
τοὺς ἐν οὐρανῷ καὶ ἐν γῇ μετωνυμικῶς οὐρανὸν καὶ γῆν λεγομένους διελεύσεσθαι πᾶσαν τὴν ἑαυτῶν κατάστασιν, ἵνα ἔλθωσιν ἐπὶ τὰ ὑπερέχοντα. οἱ γὰρ τοῦ σωτῆρος λόγοι ἀεὶ τὰ οἰκεῖα ἐνεργήσουσιν ὡς τέλειοι καὶ οὐκ ἐπιδεχόμενοι βελτίους γενέσθαι παρελθόντες ὅ εἰσιν. ἀλλ' «ὁ οὐρανὸς μὲν καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι αὐτοῦ μενοῦσι» λόγοι ὄντες τοῦ δι' οὗ τὰ πάντα ἐγένετο·