Ancient Greek · ~1 min
Page 22
Origen, Commentariorum series in evangelium Matthaei (Mt. 22.34-27.63) 22
Not analysed yet
κεφαλῆς τιθέντες κατὰ τοῦ μετώπου τὸ γεγραμμένον, τὸ δὲ ἕτερον κατὰ τοῦ βραχίονος τῆς ἑτέρας τῶν χειρῶν· καὶ καλοῦσι ταῦτα «φυλακτήρια». οὕτω δὲ καὶ περὶ κρασπέδου τι εὑρόντες ἐν τῷ Δευτερονομίῳ οἴονται τηρεῖν τὸν νόμον κράσπεδόν τι ποιήσαντες ἐπί τινος κλώσματος ὃ φοροῦσιν ἐπὶ τοῖς ἐνδύμασι.