Ancient Greek
Page 242
Origen, Commentariorum series in evangelium Matthaei (Mt. 22.34-27.63) 242
Not analysed yet
πεπλάνηνται δὲ καὶ οἰόμενοι θανατώσαντες τὸν Ἰησοῦν σβέσαι αὐτοῦ τὴν διδασκαλίαν καὶ παύσειν τοὺς πιστεύοντας. αὐτοὶ μὲν οὖν ἔδησαν τὸν «λέγοντα τοῖς ἐν δεσμοῖς ἐξέλθετε» καὶ τοῖς πεπεδημένοις «λύεσθε», πληροῦντες τὴν λέγουσαν προφητείαν «δήσωμεν τὸν δίκαιον ὅτι δύσχρηστος ἡμῖν ἐστιν» (Jes. 3,10). αὐτὸς δὲ εἰπὼν «διαρρήξωμεν τοὺς δεσμοὺς αὐτῶν» λέγει καὶ τὰ ἑξῆς ἐν τῷ ψαλμῷ.