Ancient Greek · ~1 min
Page 244
Origen, Commentariorum series in evangelium Matthaei (Mt. 22.34-27.63) 244
Not analysed yet
ἀλλ' οὖν τὸ ἐν αὐτῷ λεῖμμα τῶν Χριστοῦ λόγων ἐνίκησε τὴν φιλαργυρίαν. διὸ οὐ μετὰ τὴν ἀνάστασιν αὐτοῦ οἷον ἐκβιαζόμενος, πρὸ δὲ τῆς ὑπὸ Πιλάτου κατακρίσεως τὴν μετάνοιαν δείκνυσιν. τάχα δὲ καὶ ἰδὼν τὸν Ἰησοῦν παραδοθέντα Πιλάτῳ ὑπεμνήσθη ὅτι καὶ τοῦτο εἰρήκει ὁ Ἰησοῦς καὶ ὅτι ἀναστήσεται.