Ancient Greek
Page 263
Origen, Commentariorum series in evangelium Matthaei (Mt. 22.34-27.63) 263
Not analysed yet
κατὰ μὲν τοὺς τρεῖς Σίμων βαστάζων ἀναφέρεται τὸν Ἰησοῦ σταυρόν, κατὰ δὲ Ἰωάννην ἑαυτῷ βαστάζων ὁ Ἰησοῦς αὐτόν. εἰ δὲ γέγονε κατὰ τὸ ῥητὸν ἀμφότερα, ζητήσεις, καὶ τί πρότερον, πότερον τὸ τέλος τοῦ βαστάζειν τὸν σταυρὸν Ἰησοῦς ἔλαβεν ἢ Σίμων· εἰκὸς γὰρ μηδενὸς θελήσαντος βαστάσαι τὸν σταυρὸν οὗτος ἔσωθεν πρῶτον ἐβάστασεν αὐτόν, ἐν δὲ τῇ ὁδῷ ἐπέθηκαν αὐτὸν ἐπὶ Σίμωνα,