Ancient Greek
Page 264
Origen, Commentariorum series in evangelium Matthaei (Mt. 22.34-27.63) 264
Not analysed yet
οὐ συντυχικῶς μὲν ἀγγαρευθέντα, προορισθέντα δὲ ὑπὸ θεοῦ διακονῆσαι τῷ σταυρῷ Ἰησοῦ, ἐν ᾧ «κόσμος ἐσταύρωται» τοῖς ἁγίοις «καὶ» οἱ ἅγιοι «κόσμῳ». ἐπεὶ δὲ Κυρήνη τῆς Πενταπόλεώς ἐστιν, τροπικῶς φασιν τὰς <εʹ Diehl> αἰσθήσεις βαστάζειν τὸν τῆς οἰκονομίας σταυρόν. καὶ ἐπεὶ Σίμων ἑρμηνεύεται ΥΠΑΚΟΗ, ὁ τῆς ὑπακοῆς ἐπώνυμος αἴρει αὐτόν.