Ancient Greek
Page 95
Origen, Commentariorum series in evangelium Matthaei (Mt. 22.34-27.63) 95
Not analysed yet
διὸ ἐπιφέρεται· μὴ ἐξέλθητε· ὁ γὰρ σοφίᾳ κοσμικῇ πιστεύσας ἐξῆλθε καὶ γέγονεν ἐθνικός. ὁ δὲ ἀπόκρυφα ἐπαγγελλόμενος ἐρεῖ· ἰδοὺ ἐν τοῖς ταμείοις, διὸ ἐπιφέρεται· μὴ πιστεύσητε. τροπικῶς ἡ τῆς ἀληθείας ἀστραπή, ᾗ ἔοικεν ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου, ἐν πάσῃ ἐξομαλίζεται νομικῇ, προφητικῇ, εὐαγγελικῇ, ἀποστολικῇ γραφῇ. καὶ ἐξελθοῦσα ἀπὸ ἀνατολῶν, τῶν ἀρχῶν τοῦ Χριστοῦ, φαίνεται ἕως τῶν κατὰ τὴν οἰκονομίαν τοῦ πάθους δυσμῶν.