Ancient Greek · ~1 min
Page 96
Origen, Commentariorum series in evangelium Matthaei (Mt. 22.34-27.63) 96
Not analysed yet
ὅρα δὲ εἰ μία ἀνατολὴ ὁ νόμος, μία δύσις τὸ πέρας τοῦ νόμου· ἄλλη ἀνατολὴ ἕως δύσεως Ἰησοῦς Χριστὸς ἕως Παύλου, ᾧ ἐσχάτῳ πάντων «ὡσπερεὶ ἐκτρώματι ἐφάνη». καὶ γενικῶς μὲν εἷς Ἀντίχριστος, ὡς τὸ ψεῦδος ἕν· <ε>ἰδικῶς δὲ πολλοὶ καὶ πολλὰ ψευδῆ διδάγματα καὶ δόγματα.