Ancient Greek
Page 98
Origen, Commentariorum series in evangelium Matthaei (Mt. 22.34-27.63) 98
Not analysed yet
ὅπου γὰρ τὸ κατὰ τὴν οἰκονομίαν τοῦ πάθους πτῶμα πεσόντος τοῦ Ἰησοῦ, ἵνα τοὺς πεσόντας στήσῃ, συναχθήσονται οὐχ οἱ τυχόντες, ἀλλ' οἱ πτεροφυοῦντες μαθηταὶ καὶ κατὰ τὸν Σολομῶνα κατασκευάσαντες πτέρυγας ὡς ἀετοὶ μεγαλοφυῶς καὶ βασιλικῶς, πρὸς τὸ πάθος Χριστοῦ πεπιστευκότες· διὸ οὐ γῦπες, οὐ κόρακες, ἀλλὰ τὸ μὴ νεκροβόρον ζῷον.