Ancient Greek · ~2 min
Page 99
Origen, Commentariorum series in evangelium Matthaei (Mt. 22.34-27.63) 99
Not analysed yet
οἷς λεκτέον κατὰ τὸ ῥητόν, ὅτι ὡς ἀπὸ τοῦ πολλοῦ τῆς ἐκπυρώσεως καπνοῦ ἢ ἀπὸ τοῦ μηκέτι τρέφεσθαι τοῖς ἀναθυμιάμασιν οἱ μεγάλοι φωστῆρες σκοτίζονται καὶ οὐ διδόασι τὸ φῶς, οὕτω μαραινομένου τοῦ ἐν τοῖς ἄστροις φωτὸς τὸ λεῖπον γεῶδες οὐ δυνάμενον μετεωρίζεσθαι ἔξεδρον ἀπὸ τῶν οὐρανῶν ἔσται, αἵ τε λογικαὶ τῶν οὐρανῶν δυνάμεις ξένον σάλον παθοῦσαι καὶ τοῦ διεληλυθότος αὐτοὺς πάλιν κατιόντος σαλευθήσονται, τάχα ἐπὶ τὸ βέλτιον,