Ancient Greek · ~3 min
Ὠριγένους ἐκ τῶν εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον ἐξηγητικῶν τόμος ι΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 10-11) 10
Not analysed yet
»Τοῖς πᾶσι τοίνυν ὁ χρόνος, κοὶ καιρὸς τῷ παντὶ πράγματι ὑπὸ τὸν οὐρανός«, καὶ ἔστι τις »καιρὸς τοῦ συναγαγεῖν τοὺς καλοὺς μαργαρίτας) λίθους«, καὶ καιρὸς μετὰ τὴν συναγωγὴν συναγωγὴν τοῦ αὐτῶν τοῦ εὑλοὺς μαργαρίτας) μαργαρίτην, ὄτε καθήκει καθήκει ἀπελδόντα πωλῆσαι πάντα ὅσα τις ἔχει, ἴνα ἀγοράσῃ τὸν μαργαρίτην ἐκεῖνον. ὥσπερ γὰρ πάντα τὸν ἐσόμενον σοφὸν ἐν λόγοις ἀληθείας δεήσει στοιχειωθῆναι πρότερον καὶ ἐπὶ πλεῖον διαβῆναι τῆς στοιχειώσεως καὶ περὶ Πολλοῦ πολλοῦ τὴν στοιχείωσιν, οὐ μὴν ἀπομένειν ἐν τῇ στοιχειώσει ὡς τιμήσαντα αὐτὴν κατὰ τὰς ἀρχάς, ἀλλὰ διαβάντα »ἐπὶ τὴν τελειότητα« χάριν ἔχειν τῇ εἰσαγωγῇ ὠς χρησίμῳ γενομένη κατὰ τὰ πρότερα, οὕτως τελείως νοηθέντα τὰ νομικὰ καὶ τὰ προφητικὰ στοιχείωσίς ἐστι πρὸς τελείως ἐννοούμενον τὸ εὐαγγέλιον κοὶ πάντα τὸν περὶ τῶν Χριστοῦ Ἰησοῦ ἔργων καὶ λόγων νοῦν.