Ancient Greek · ~8 min
Ὠριγένους ἐκ τῶν εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον ἐξηγητικῶν τόμος ι΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 10-11) 9
Not analysed yet
Συνάψεις δὲ τῷ ζητοῦντι καλοὺς μαργαρίτας τὸ »ζητεῖτε, καὶ εὑρήσετε« καὶ τὸ πᾶς ὁ ζητῶν εὑρίσκει«. τί γὰρ »ζητεῖτε«, ἢ τί »πᾶς ὁ ζητῶν εὐρίσκει«; ἀποτολμήσας εἴπω· τοὺς μαργαρίτας καὶ τὸν μαρ- γραίτην, ὄν ὁ πάντα δοὺς καὶ ζημιωθεὶς κατᾶται, δι’ ὅν φησιν ὁ Παῦλος· »τὰ πάντα ἐξημιώθην, ἴνα Χριστὸν κερδήσω«, »πάντα« λέγων τοὺς καλοὺς μαργαρίτας, καὶ »Χριστὸν κερδήσω« τὸν ἕνα πολύτιμον μαργαρίτην. τίμιον μέν οὖν λύχνος τοῖς ἐν σκότει, καὶ χρεία λύχνου ἔως ἀνατείλῃ ὁ ἥλιος · τιμία δέ καὶ ἡ ἐπὶ τοῦ προσώπου Μωσέως δόξα ἐγὼ δ’ οἶμαι ὅτι καὶ τῶν προφητῶν) καὶ καλὸν θέαμα, δι’ ἧς εἰσαγόμεθα πρὸς τὸ δυνηθῆναι ἰδεῖν τὴν δόξαν Χριστοῦ, ᾖ μαρτυρῶν ὁ πατἠρ φησίν· »οὖτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, εἰς ὄν ηὐδόκησα«. ἀλλ' »οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει ἔνεκεν τῆς ὑπερβαλλούσης δόξης«, καὶ χρεία ἡμῖν πρότερον δόξης τῆς ἐπιδεχομένης κατάργησιν ὑπέρ »τῆς ὑπερβαλλούσης δόξης«, ὡς χρεία γνώσεως τῆς ἐκ μέρους, ἥτις »καταργηθήσεται, ὄταν ἔλθῃ τὸ τέλειον«. πᾶσα τοίνυν ψυχὴ ἐρχομένη εἰς νηπιότητα καὶ ὁδεύσουσα »ἐπὶ τὴν τελειότητα« δεῖται, μέχρις ἐνστῇ αὐτῇ »τὸ πλήρωμα τοῦ χρόνου«, παιδαγωγοῦ καὶ οἱκονόμων καὶ ἐπιτρόπων, ἵνα μετὰ ταῦτα πάντα ὁ πρότερον μηδέν »διαφέρων δούλου κύριος πόντων ὤν« ἀπολάβῃ ἐλευθερωθεὶς ἀπὸ παιδαγωγοῦ καὶ οἰκονόμων καὶ ἐπιτρόπων τὰ πατρῷα, τὰ ἀνάλογον τῷ πολυτιμήτῳ μαργραίτῃ καὶ τῷ ἐρχομένῳ τελείῳ, καταργοῦντι τὸ ἐκ μέρους«λ ὅταν τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ« χωρῆσαί τις δυνηθῇ, προεγγυμνασάμενος ταῖς (ἵν' οὕτως ὀνομάσω) ὑπερεχομέναις γνώσεσιν ὑπὸ τῆς χριστοῦ ἀλλ' οἱ πολλοί, μὴ νοήσαντες τὸ κάλλος τῶν πολλῶν μαργαριτῶν νομικῶν καὶ τὴν ἔτι ἐκ μέρους« γνῶσιν τὴν πᾶσαν προφητικήν, οἴονται δύνασθαι χωρὶς ἐκείνων τρανουμένων καὶ καταλαμβανομένων δι' ὅλων εὑρεῖν τὸν ἔνα πολύτιμον μαργαρίτην καὶ θερωῆσαι τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ«, οὗ συγκρίσει πάντα τὰ πρὸ τῆς τηλικαύτης καὶ τοσαύτης γνώσεως, οὐ »σκύβαλα« τ«ξ ἰδίᾳ φύσει τυχάνονται, σκύβαλα ἀναγαφίνετα, ἄπερ ἄπερ τὰ παραβαλλόμενα τάχα τῇ συκῇ ὑπὸ τοῦ ἀμπελουργοῦ κόπρια, αἴται τυγχάνοντα τοῦ αύτὴν καρπογορῆσαι.