Ancient Greek · ~7 min
Book 11
Origen, Commentarium In Evangelium Matthaei (Lib. 10-11) 11.13
Not analysed yet
Ὥσπερ δὲ ἐν πολλοῖς κατανοητέον τὸ θαυμαζόμενον παρὰ Ἰουδαίοις ἐπὶ τοῖς τοῦ σωτῆρος λόγοις ὅτι ἐν ἐξουσίᾳ ἐλέγοντο, οὕτως καὶ ἐπὶ τῶν κατὰ τὸν τόπον. τόν ὄχλον γοῦν προσκαλεσάμενος εἶπεν αὐτοῖς· ἀκούετε καὶ συνίετε καὶ τὰ ἑξῆς, καὶ τοῦτ’ ἔλεγε Φαρισαίων σκανδαλιζομένων ἐπὶ τούτῳ τῷ λόγῳ, ὡς διὰ τὰ μοχθηρὰ δόγματα καὶ τὴν φαύλην περὶ τοῦ νόμου ἐκδοχὴν οὐκ ὄντων φυτείας τοῦ ἐν οὐρανοῖς ἑαυτοῦ πατρὸς καὶ διὰ τοῦτο ἐκριζουμένων · ἐξερριζώθησαν γὰρ μὴ παραδεξάμενοι τὴν ἀπὸ τοῦ πατρὸς γεωργουμένην ἄμπελον ἀληθινὴν Ἰησοῦν Χριστόν. πῶς γὰρ ἠδύναντο εἶναι φυτεία τοῦ πατρὸς οἱ ἐπὶ τοῖς Ἰησοῦ σκανδαλισθέντες λόγοις, ἀφιστᾶσι μέν τοῦ μὴ »μὴ μηδέ γεύσῃ μηδέ θίγῆς, ἅ ἦν πάντα εἰς φθορὰν τῇ ἀποχρήσει, κοτὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων«, προσάγουσι δέ τὸν συνετὸν ἑαυτῶν ἀκροατὴν τῷ »τὰ ἄνω« περὶ τούτων ζητεῖν κοὶ »μὴ τὰ ἐπὶ γῆς«, ὡς οἱ καὶ ἐπεὶ διὰ τὰ μοχθηρὰ δόγματα οὐ φυτεία ἦσαν τοῦ ἐν οὐρανοῖς πατρὸς οἱ Φαρισαῖοι, διὰ τοῦτο ὡς Περὶ ἀνιάτων αὐτῶν λέγει τοῖς μαθηταῖς τὸ ἄφετε αὐτούς· ἄφετε διὰ τοῦτο ὅτι τυφλοὶ ὄντες, δέον αὐτοὺς αἰσθάνεσθαι τῆς τυφλότητος καὶ ζητεῖν ὁδηγούς, οἱ δὲ καὶ ἐπαγγέλλονται ἀναισθητοῦντες τῆς ἑαυτῶν τυφλότητος ὁδηγεῖν τυφλούς, οὐ λογιζόμενοι ἐμπεσεῖσθαι εἰς βόθυνον, περὶ οὗ ἐν Ψαλμοῖς γέγραπται· »λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτόν, καὶ ἐμπεσεῖται εἰς βόθρον ὅν εἰργάσατο«. ἀλλαχοῦ μέν οὖν γέγραπται ὅτι ἰδὼν τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος · καὶ καθίσαντος αὐτοῦ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ«, ἐνταῦθα δὲ ὀρέγει χεῖρα τῷ ὄχλῳ, προσκαλεσόμενος αὐτὸν καὶ ἀφιστὰς τῆς ῥητῆς τῶν κατὰ νόμον ἐρωτημάτων ἐκδοχῆς, ὅτε πρῶτον μέν ἔλεγεν αὐτοῖς· ἀκούετε καὶ συνίετε, οὐδέπω συνιεῖσιν ὧν ἤκουον, ἑξῆς δέ ὡς ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς· οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον ,ἀλλὰ τὸ ἐκπορευόμενον.