Ancient Greek · ~26 min
Book 11
Origen, Commentarium In Evangelium Matthaei (Lib. 10-11) 11.14.1
Not analysed yet
Μετὰ ταῦτα ἄξιον ἰδεῖν λέξιν συκοφαντουμένην ὑπὸ τῶν φασκόντων οὐ τὸν αὐτὸν εἶναι νόμου καὶ εὐαγγελίου Ἰησοῦ Χριστοῦ θεόν· οἵτινές φασιν ὅτι οὐκ ἔστιν ὁ Ἰησοῦ Χριστοῦ οὐράνιος πατὴρ γεωργὸς τῶν κατὰ τόν Μωσέως νόμον οἰομένων θεὸν εὐσεβεῖν. αὐτὸς εἶπεν ὁ Ἰησοῦς τοὺς Φαρισαίους, οἵ ἦσαν λατρεύοντες τῷ κτίσαντι τόν κόσμον καὶ τὸν νόμον θεῷ, οὐκ] εἶναι φυτείαν ἥν οὐκ ἐφύτευσεν ὁ οὐράνιος αὐτοῦ πατήρ, καὶ διὰ τοῦτο αὐτὴν ἐκριζοῦσθαι. εἴποιεν δ’ ἄν καὶ ταῦτα ὅτι οὐκ ἄν, εἴπερ πατὴρ ἦν τοῦ Ἰησοῦ ὁ »εἰσαγαγῶν« καὶ φυτεύσας τὸν ἀπὸ Αἰγύπτου ἐκκξελθόντα λαὸν »εἰς ὄρος κληρονομίας« ἑαυτοῦ, εἰς ἕτοιμον κατοικητήριον« ἑαυτοῦ, εἶπεν ἄν ὁ Ἰησοῦς ἐπὶ τοῖς Φαρισαίοις ὅτι ππασα φυτεία ἥν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται. πρὸς ταῦτα δὲ φήσομεν, ὅτι ὅσοι διὰ τὴν μοχθηρὰν περὶ τῶν κατὰ τὸν νόμον ἐκδοχὴν οὐκ ἦσαν φυτεία τοῦ ἐν οὐρανοῖς πατρός, οὗτοι τετύφλωντο »τὰ νοήματα«, ὡς μὴ πιστεύοντες τῇ ἀληθείᾳ ἀλλὰ εὐδοκοῦντες τῇ ἀδι- κίᾳ« ὑπὸ τοῦ θεοποιηθέντος ἀπὸ τῶν υἱῶν τοῦ αἰῶνος τούτου καὶ διὰ τοῦτο λεγομένου παρὰ τῷ Παύλῳ θεοῦ »τοῦ αἰῶνος τούτου«. καὶ μὴ νομίσῃς Παῦλον ἡμῶν ἀληθῶς εἶναι λέγειν αὐτὸν θεόν · ὡς γὰρ μὴ οὖσα θεὸς »ἡ κοιλία« τῶν ὑπερτιμώντων τὴν ἡδονὴν φιληδόνων μᾶλλον ἤ φιλοθέων λέγεται ὑπὸ Παύλου εἶναι »θεὸς« αὐτῶν, οὕτως μὴ ὢν θεὸς ὁ ἄρχων τοῦ αἰῶνος τούτου, περὶ οὗ φησιν ὁ σωτήρ · »νῦν ὁ ὄρχων τοῦ κόσμου τούτου κέκριται«, θεὸς εἶναι λέγεται τῶν μὴ βουληθέντων τὸ »πνεῦμα τῆς υἰοθεσίας« λαβεῖν, ἴνα γένωνται υἱοὶ τοῦ αἰῶνος ἐκείνου καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν«, καὶ διὰ τοῦτο μεινάντων ἐν τῇ υἱότητι τοῦ αἰῶνος τούτου. ταῦτα δέ μοι ἔδοξεν, εἰ καὶ παρεκβατικῶς εἴρηται, ἀναγκαίως παρειλῆφθαι διὰ τὸ τυφλοί εἰσιν ὁδηγοὶ τυφλῶν. τίνες δή; οἱ Φαρισαῖοι, ὧν ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα«, ὄντων »ἀπίστων« παρὰ τὸ μὴ πεπιστευκέναι εἰς Ἰησοῦν Χριστόν, καὶ ἐτύφλωσεν εἰς τὸ μὴ αὐγάσαι αὐτοῖς τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ θεοῦ ἐν προσώπῳ τοῦ Χριστοῦ«. οὐ μόνον δὲ ἀπ᾿ ἐκείνων φευκτέον ὀδηγεῖσθαι τυφλῶν τῶν αἰσθανομένων δεῖσθαι ὁδηγῶν, παρὰ τὸ μηδέπω αὐτοὺς ἀπειληφέναι τὴν δύναμιν τοῦ δι᾿ αὑτῶν βλέπειν · ἀλλὰ γὰρ καὶ ἐπὶ πόντ(ον τῶν ἐπαγγελλομένων ὁδηγεῖν ἐν ὑγιεῖ διδασκαλίᾳ ἐπιμελῶς ἀκουστέον, καὶ κρίσιν ὑγιῆ τοῖς λεγομένοις προσακτέον, μήποτε κατ ἄγνοιαν τυφλῶν καὶ μὴ βλεΠόντων τὰ π[ράγματα τῆς ὑγιοῦς διδασκαλίας ὁδηγούμενοι, τυφλοὶ καὶ αὐτοὶ διὰ τὸ μὴ βλέπειν τὸν νοῦν τῶν γραφῶν τυγχάνοντες φανῶμεν, ὡς ἀμφοτέρους, τόν τε ὁδηγοῦντα καὶ τὸν ἐμπεσεῖν εἰς τὸν βόθυνον, περὶ οὗ προειρήκαμεν. Ἑξῆς δέ τούτοις γέγραπται τίνα τρόπον ὁ Πέτρος ἀποκριθεὶς εἶπε τῷ σωτῆρι ὡς μὴ νοήσας τὸ οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον ,ἀλλὰ τὸ ἐκΠορευόμενον ἐκ τοῦ στόματος) τὸ φράσον ἡμῖν τὴν παραβολήν. πρὸς ὁ ὁ σωτήρ φησι τὸ ἀκμὴν κοὶ ὑμεῖς ἀσύνετοί ἐστε, οἱονεὶ τοσούτῳ μοι συνόντες χρόνῳ ἔτι οὐ συνίετε τοῦ βουλήματος τῶν λεγομένων, κοὶ ἔτι οὐ νοεῖτε ὅτι διὰ τοῦτο οὐ κοινοῖ τὸν ἄνθρωπον ,ἐπεὶ τὸ εἰσερχόμενον αὐτοῦ εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ κοὶ προχωροῦν ἀπ᾿ αὐτῆς εἰς ἀφεδρῶνα βάλλεται. οὐ παρὰ τὸν νόμον, ᾧ πιστεύειν ἐδόκουν, οὐκ ἦσαν φυτεία τοῦ πατρὸς Ἰησοῦ Φαρισαῖοι, ἀλλὰ παρὰ τὴν μοχθηρὰν περὶ τοῦ γόμου κοὶ τῶν ἐν αὐτῷ γεγραμμένων ἐκδοχήν. δύο γὰρ νοουμένων κατὰ τὸν νόμον, διακονίας τε »θανάτου« τῆς ἐντετυπωμένης »γράμμασι« καὶ οὐδὲν οἰκεῖον ἐχούσης πρὸς τὸ πνεῦμα, καὶ διακονίας ζωῆς τῆς νοουμένης ἐν τῷ πνευματικῷ νόμῳ, οἱ μέν δυνάμενοι ἀπὸ διαθέσεως ἀληθευούσης λέγειν τὸ »οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστι«, κοὶ διὰ τοῦτο ὁ νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή«, οὗτοι ἦσαν φυτεία ἥν ἐφύτευσεν ὁ οὐράνιος πατήρ· οἱ δέ μὴ τοιοῦτοι ἀλλὰ τὸ ἀποκτεῖνον »γράμμα« περιέποντες μόνον οὐκ ἦσαν φυτεία τοῦ θεοῦ, ἀλλὰ τοῦ πωρώσαντος αὐτῶν τὴν καρδίαν καὶ κάλυμμα ἐπιθέντος αὐτῇ, ἰσχύον ἐν ἐκείνοις ὅσον οὐκ ἐπέστρεφον πρὸς τὸν κύριον · »ἐὰν γάρ τις ἐπιστρέψῃ πρὸς τὸν κύριον, περιαιρεῖται τὸ κάλυμα · ὁ δέ κύριος τὸ πνεῦμά ἐστιν«. Εἴποι δ’ ἄν τις κατὰ τὸν τόπον γενόμενος ὅτι, ὥσπερ οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, κἄν νομίζηται εἶναι ὑπὸ Ἰουδαίων κοινόν· οὕτως οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα ἁγιάζει τὸν ἄνθρωπον, κἄν ὑπὸ τῶν ἀκεραιοτέρων νομίζηται ἁγιάζειν ὁ ὀνομαζόμενος ἄρτος τοῦ κυρίου. καὶ ἔστιν οἶμαι) ὁ λόγος οὐκ εὐκαταφρόνητος καὶ διὰ τοῦτο δεόμενος σαφοῦς διηγήσεως, οὕτο)ς ἐμοὶ δοκούσης ἔχειν. ὥσπερ οὐ τὸ βρῶμα, ἀλλ᾿ ἡ συνείδησις τοῦ μετὰ διακρίσεως ἐσθίοντος κοινοῖ τὸν φαγόντα (»ὁ« γὰρ »διακρινόμενος ἐὰν φάγῃ κατακέκριται, ὅτι οὐκ ἐκ πίστεως«), καὶ ὥσπερ οὐδέν καθαρὸν οὐ παρ’ αὐτό ἐστι τῷ μεμιασμένῳ κοὶ ἀπίστῳ, ἀλλὰ παρὰ τὸν μιασμὸν αὐτοῦ καὶ τὴν ἀπιστίαν, οὕτως τὸ ἁγιαζόμενον »διὰ λόγου θεοῦ καὶ ἐντεύξεως« οὐ τῷ ἰδίῳ λόγῳ ἁγιάζει τὸν χρώμενον. εἰ γὰρ τοῦτο, ἡγίαζεν ἄν καὶ τόν ἐσθίοντα »ἀναξίως« τοῦ κυρίου, καὶ οὐδεὶς ἄν διὰ τὸ βρῶμα τοῦτο ἀσθενὴς ἢ ἄρρωστος ἐγίνετο ἢ ἐκοιμᾶτο τοιοῦτον γάρ τι ὁ Παῦλος παρέστησεν ἐν τῷ »διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί«). καὶ ἐπὶ τοῦ ἄρτου τοίνυν τοῦ κυρίου ἡ ὠφέλεια τῷ χρωμένῳ ἐστίν, ἐπὰν ἀμιάντῳ τῷ νῷ καὶ καθαρᾷ τῇ συνειδήσει μεταλαμβάνῃ τοῦ ἄρτου. οὕτω δέ οὔτε ἐκ τοῦ μὴ φαγεῖν, παρ’ αὐτὸ τὸ μὴ φαγεῖν ἀπὸ τοῦ ἁγιασθέντος λόγῳ θεοῦ καὶ ἐντεύξει ἄρτου, »ὑστερούμεθα« ἀγαθοῦ τινος οὔτε ἐκ τοῦ φαγεῖν »περισσεύομεν« ἀγαθῷ τινι. τὸ γὰρ αἴτιον τῆς ὑστερήσεως ἡ κακία ἐστὶ καὶ τὰ ἁμαρτήματα, καὶ τὸ αἴτιον τῆς περισσεύσεως ἡ δικαιοσύνη ἐστὶ καὶ τὰ κατορθώματα · ὡς τοιοῦτο εἶναι τὸ πορὰ τῷ Παύλῳ λεγόμενον ἐν τῷ »οὔτε ἐὰν φάγωμεν περισσεύομεν, οὔτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα«. εἰ δέ πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται, καὶ τὸ ἁγιαζόμενον βρῶμα διὰ λόγου θεοῦ καὶ ἐντεύξεως« κατ’ αὐτὸ μέν τὸ ὑλικὸν εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται. κατὰ δέ τὴν ἐπιγενομένην αὐτῷ εὐχὴν »κατὰ τὴν ἀναλογίαν τῆς πίστεως« ὡφέλιμον γίνεται καὶ τῆς τοῦ νοῦ αἴτιον διαβλέψεως, ὁρῶντος ἐπὶ τὸ ὠφελοῦν · καὶ οὐχ ἡ ὕλη τοῦ ἄρτου ἀλλ᾿ ὁ ἐπ᾿ αὐτῷ εἰρημένος λόγος ἐστὶν ὁ ὠφελῶν τὸν μὴ »ἀναξίως« τοῦ κυρίου ἐσθίοντα αὐτόν. καὶ ταῦτα μέν περὶ τοῦ τυπικοῦ καὶ συμβολικοῦ σώματος. πολλὰ δ’ ἄν καὶ περὶ αὐτοῦ λέγοιτο τοῦ λόγου, ὅς γέγονε »σὰρξ« καὶ »ἀληθινὴ βρῶσις«, ἥντινα ὁ φαγὸ)ν πόντο)ς »ζήσεται εἰς τὸν αἰῶνα«, οὐδενὸς δυνομένου φαύλου ἐοθίειν αὐτήν · εἰ γὰρ οἶόν τε ἦν ἔτι φαῦλον μένοντα ἐσθίειν τὸν γενόμενον σάρκα λόγον, ὄντα καὶ ἄρτον ζῶντα, οὐκ ἂν ἐγέγραΠτο ὅτι »πᾶς ὁ φαγὸ)ν τὸν ἄρτον τοῦτον ζήσεται εἰς τὸν αἰῶνα«.