Ancient Greek · ~11 min
Book 11
Origen, Commentarium In Evangelium Matthaei (Lib. 10-11) 11.15
Not analysed yet
Ἑξῆς τούτῳ ἴδωμεν πῶς τὰ ἐκπορευόμενα καὶ κοινοῦντα τὸν ἄνθρωπον οὐ παρὰ τὸ ἐκ τοῦ στόματος ἐκπορεύεσθαι κοινοῖ τὸν ἄνθρωπον ,ἀλλὰ τὴν αἰτίαν ἔχει τῆς κοινώσεως ἐν τῇ καρδίᾳ, ὅτε ἐξέρχονται ἀπ᾿ αὐτῆς πρὸ τῶν ἐκπορευομένων διὰ τοῦ στόματος) διαλογισμοὶ πονηροί, ὧν ἐν εἴδει εἰσὶ φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι· ταῦτα γάρ ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον ,ὅτε ἐξέρχεται ἀπὸ τῆς καρδίας καὶ ἐξελθόντα ἀπ᾿ αὐτῆς διαπορεύεται διὰ τοῦ στόματος —ὡς εἰ ἔξω τῆς καρδίας μὴ ἐγίνετο ἀλλ᾿ αὐτοῦ που περὶ τὴν καρδίαν κατείχετο, οὐκ ἐπιτρεπόμενα διὰ τοῦ στόματος λαλεῖσθαι, τάχιστα ἄν ἠφάνιστο καὶ οὐκέτι ἄνθρωπος ἐκοινοῦτο. πηγὴ οὖν καὶ ἀρχὴ πόσης ἁμαρτίας διαλογισμοὶ πονηρί· μὴ γὰρ ἐπικρατησάντων τούτων, οὔτε φόνοι οὔτε μοιχεῖαι οὔτ᾿ ἄλλο τι τῶν τοιούτων ἔσονται. διὰ τοῦτο πάσῃ φυλακῇ τηρητέον ἑκάστῳ τὴν ἑαυτοῦ καρδίαν· κοὶ γὰρ ἐν ἡμέρᾳ κρίσεως ἐλθὼν ὁ κύριος« »φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν«, »μεταξὺ« Πόντων »τῶν λογισμῶν« ἀνθρώπων »κατηγορούντων ἢ καὶ ἀπολογουμένων«, ἡνίκα ἐὰν κυκλώσῃ αὐτοὺς τὰ διαβούλια ἑαυτῶν. τοιοῦτοι δ’ εἰαὶν οἱ πονηροὶ διαλογισμοί, ὡς ἔσθ᾿ ὅτε καὶ τὰ δοκοῦντα ἀγαθὰ καὶ (ὅσον ἐΠὶ τῇ κρίσει τῶν πολλῶν) ἐπαινετὰ ψεκτὰ ποιεῖν. ἐὰν γοῦν ποιῶμεν »ἐλεημοσύνη« ἔμπροσθεν τῶν ἀνθρώπων«, ἐν τοῖς διαλογισμοῖς ἡμῶν σκοποῦντες »τὸ θεαθῆναι« τοῖς ἀνθρώποις φιλάνθρωποι κοὶ ἐπὶ φιλανθρωπίᾳ δοξασθῆναι, ἀπέχομεν »τὸν« ἀπὸ τῶν ἀνθρώπων »μισθόν«· καὶ ἁπαξαπλπῶς πᾶν τὸ γινόμενον μετὰ τοῦ ἔν τῷ πράττοντι συνειδότος ἐπὶ τῷ δοξασθῆναι ὑπὸ τῶν ἀνθρώπων« οὐκ ἔχει τέλος ἀπὸ τοῦ βλέποντος ἐν τῷ κρυπτῷ« κοὶ ἀποδιδόντος τὸν μισθὸν τοῖς έν τῷ κρυπτῷ καθαροῖς. οὕτως οὖν καὶ ἡ δοκοῦσα ἁγνείαν, ἐὰν διαλογισμοὺς ἔχη̣ τοὺς ἐπὶ κενοδοξίᾳ ἢ φιλοκερδίᾳ, καὶ ἡ νομιζομένη ἐκκλησιαστικὴ διδασκαλία, ἐὰν ἐν λόγῳ κολακείας ἀνελευθερία γίνηται ἢ προφάσει πλεονεξίας ἢ ζητοῦντός τινος τὴν ἀπὸ ἀνθρώπων ἐπὶ διδασκαλίᾳ δόξαν, οὐκ ἔοτι λελογισμένη ὑπὸ τῶν τεθέντων ἀπὸ τοῦ θεοῦ »ἐν τῇ ἐκκλησίᾳ« πρῶτον ἀποστόλων, δεύτερον προφητῶν, κοὶ τρίτον διδασκάλων. τὸ δ’ ὅμοιον ἐρεῖς κοὶ ἐΠὶ τοῦ ὀρεγομένου »ἐπισκοπῆς« διὰ τὴν παρὰ ἀνθρώποις δόξαν ἢ τὴν ἀπὸ ἀνθρώπων κολακείαν ἢ τὸν ἀπὸ τῶν προσιόντων τῷ λόγῳ πορισμὸν (διδόντων προφάσει εὐσεβείας). ὁ γοῦν τοιοῦτος ἐπίσκοπος οὐ »καλοῦ ἔργου ἐπιθυμεῖ« οὐδέ δύναται εἶναι ἀνεπίληπτος οὐδὲ νηφάλιος οὐδέ σώφρων, μεθύων ὑπὸ δόξης καὶ ἀκολάστως αὐτῆς ἐμφορούμενος. τὸ δέ αὐτὸ κοὶ περὶ πρεσβυτέρων καὶ διακόνων ἐρεῖς. ταῦτα δέ, εἰ καὶ δόξομέν τισιν ἐν παρεκβάσει εἰρηκέναι, ὅρα εἰ μὴ ἀναγκαίως λέλεκται διὰ τὸ πηγὴν εἶναι πόντων τῶν ἁμαρτημάτων τοὺς πονηροὺς διαλογισμούς, δυναμένους μολῦναι καὶ τὰ εἰ χωρὶς αὐτῶν πράττοιντο) δικαιώσαντα ἄν τὸν ποιήσαντα. τίνα μέν οὖν τὰ κοινοῦντα, κατὰ δύναμιν ἡμῖν ἐξήτασται. τὸ δέ ἀνίπτοις χερσὶ φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον· ἄνθρωπον· ἀλλ᾿, εἰ δεῖ τολμήσαντα εἰπεῖν, κοινοῖ τὸ ἀνίπτῳ καρδίᾳ ὁτιποτοῦν φαγεῖν, ὅ πέφυκε τὸ ἡγεμονικὸν ἡμῶν ἐσθίειν.