Ancient Greek · ~14 min
Book 11
Origen, Commentarium In Evangelium Matthaei (Lib. 10-11) 11.16.1
Not analysed yet
Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου κοὶ Σιδῶνος. καὶ ἰδοὺ γυνὴ Χαναναία (15, 21. 22 [—28]). Πόθεν ἐκεῖθεν ἢ ἀπὸ γῆς Γενησαρέτ, περὶ ἧς προείρητο · »καὶ διαπεράσαντες ἦλθον εἰς τὴν γῆν Γενησαρέτ« ; ἀνεχώρησε δὲ τάχα διὰ τὸ σκανδαλίζεσθαι τοὺς Φαρισαίους ἀκούσαντας ὅτι οὐ τὸ εἰσερχόμενον, ἀλλὰ τὸ ἐκπορευόμενον κοινοῖ τὸν ἄνθρωπον«. ὅτι δέ διὰ τοὺς ὑπονοουμένους ἐπιβουλεύειν ,εἴ ποτε, ἀνεχώρησε, δῆλον ἐκ τοῦ »ἀκούσας δέ ὅτι Ἰωάννης παρεδόθη ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν«. τάχα διὰ τοῦτο καὶ ὁ Μᾶρκος ἀναγράφων τὰ κατὰ τὸν τόπον φησὶν ὅτι »ἀναστὰς ἦλθεν εἰς τὰ ὅρια Τύρου. καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν οὐδένα ἠθέλησε γνῶναι«· καὶ εἰκὸς ὅτι τοὺς σκανδαλισθέντας ἐπὶ τῇ διδασκαλίᾳ αὐτοῦ Φαρισαίους περίστατο, περιμένων τὸν ἐπιτηδειότερον εἰς τὸ παθεῖν καὶ καλῶς ὡρισμένον καιρόν. εἴποι δ’ ἄν τις ὅτι Τύρος καὶ Σδὼν ἀντὶ τῶν ἐθνῶν λέλεκται · ἀναχωρήσας οὖν ἀπὸ τοῦ Ἰσραὴν εἰς τὰ μέρη τῶν ἐθνῶν παραγίνεται. Τύρος μὲν οὖν πορ’ Ἐβραίοις ὀνομαζομένη μεταλαμβάνεται Σόρ, ἥτις ἑρμηνεύεται ΣΓΝΟΧΗ · Σιδὼν δὲ οὕτως καὶ παρ’ Ἑβραίοις ὀνομαζομένη μεταλαμβάνεται εἰς τὸ ΘΗΡΩΝΤΕΣ. ἐν δέ τοῖς ἔθνεσι κοὶ οἱ θηρῶντές εἰσιν οἱ πονηραὶ δυνάμεις, καὶ πολλὴ συνοχὴ παρ’ αὐτοῖς ἡ ἐν τῇ κακίᾳ καὶ τοῖς πάθεσιν. ἐξελθὼν οὖν ἀπὸ τῆς Γενησαρὲτ ὁ Ἰησοῦς ἀνεχώρησε μέν ἀπὸ τοῦ Ἰσραήλ, ἦλθε δέ οὐκ εἰς Τύρον καὶ Σιδῶνα ἀλλ᾿ εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος, τῷ ἐκ μέρους νῦν πιστεύειν τοὺς ἀπὸ τῶν ἐθνῶν —ὡς εἰ εἰς πᾶσαν Τύρον κοὶ Σιδῶνα ἐπεδήμησεν, οὐδεὶς ἄπιστος ἐν αὐτῇ κατελείφθη. κατὰ δὲ τὸν Μᾶρκον »ἀναστὰς ὁ Ἰησοῦς ἦλθεν εἰς τὰ Τύρου«, Τύρου«, τῆς συνοχῆς τῶν ἐθνῶν, ἶνα καὶ ἀπὸ τῶν ὁρίων ἐκείνων οἱ πιστεύοντες σωθῆναι δυνηθῶσιν, ἐπὰν ἐξέλθωσιν αὐτά. πρόσχες γὰρ τῷ καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἔκραξε λέγουσα· ἐλέησόν με, 〈κύριε〉 υἱὲ Δαυίδ· ἡ θυγάτηρ μου δεινῶς δαιμονίζεται«. κοὶ οἶμαι ὅτι οὐκ ἄν μὴ ἐξελθοῦσα ἀπὸ τῶν ὁρίων ἐκείνων κράζειν πρὸς Ἰησοῦν ἐδύνατο ἀπὸ μεγάλης ὡς ἐμαρτυρήθη) πίστεως. καὶ »κατὰ τὴν ἀναλογίαν γε τῆς πίστεως« ἐξέρχεταί τις ἀπὸ τῶν ἐν τοῖς ἔθνεσιν ὁρίων, »ὅτε διεμέριζεν ἔθνη ὁ ὑψιστος, ἔστησε κατὰ ἀριθμὸν υἱῶν Ἰσραὴλ« καὶ τὴν ἐπὶ πλεῖον φορὰν αὐτῶν ἐκώλυσεν. Ἐνταῦθα μέν οὖν ὅρια εἴρηταί τινα Τύρου καὶ Σιδῶνος ,ἐν δὲ τῇ Ἐξόδῳ ὅρια τοῦ Φαραώ, ἐν οἶς φασὶ) γίνονται αἱ κατὰ τῶν Αἰγυπτίων μάστιγες. καὶ νομιστέον γε ἔχαστον ἡμῶν ἁμαρτάνοντα μὲν ἐν τοῖς ὁρίοις εἶναι Τύρου ἤ Σιδῶνος ἤ Φαραὼ κοὶ τῆς Αἰγύπτου ἤ τινος τῶν ἔξω τῆς τοῦ θεοῦ κληροδοσίας, μεταβάλλοντα δὲ ἀπὸ τῆς κακίας εἰς ἀρετὴν ἐξέρχεσθαι μὲν ἀπὸ τῶν κατὰ τὰ φαῦλα ὁρίων. φθάνειν δέ ἐπὶ τὰ ὅρια τῆς μερίδος τοῦ θεοῦ κοὶ ἐν τούτοις οὔσης διαφορὰς, ἥτις φανεῖται τοῖς τὰ τοῦ μερισμοῦ κοὶ τῆς κληροδοσίας τοῦ Ἰσραὴλ δυναμένοις ἀνάλογον τῷ πνευματικῷ συνιστάναι νόμῳ). πρόσχες δὲ καὶ τῇ οἱονεὶ ἀπαντήσει γενομένῃ τοῦ Ἰησοῦ πρὸς τὴν Χαναναίαν γυναῖκα· ὁ μὲν γὰρ ἔρχεται ὡς ἐπὶ τὰ μέρη Τύρου καὶ Σιδῶνος, ἡ δὲ ἐξελθοῦσα τῶν ὁρίων ἐκείνων κέκραγε λέγουσα· ἐλέησόν με, κύριε υἱέ Δαυίδ. Χαναναία δὲ ἦν ἡ γυνή, ὅπερ μεταλαμβάνται εἰς τό ΗΤΟΙΜΑΣΜΕΝΗ ΤΑΠΕΙΝΩΣΕΙ. οἱ μὲν δίκαιοι ἡτοιμασμένοι εἰσὶν τῇ βασιλείᾳ τῶν οὐρανῶν καὶ τῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ ὑψώσει· οἱ δέ ἁμαρτωλοὶ ἡτοιμασμένοι ταπεινώσει τῆς ἐν αὐτοῖς κακίας καὶ τῶν κατ᾿ αὐτὴν πράξεων αὐτοὺς αὐτῇ) καὶ τῆς βασιλευούσης »ἐν τῷ θνητῷ αὐτῶν σώματι ἁμαρτίας. πλὴν ἡ Χαναναία ἐξελθοῦσα ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξῄει ἀπὸ τοῦ ἡτοιμάσθαι τῇ ταπεινώσει, κεκραγυῖα κοὶ λέγουσα· ἐλέησόν με, κύριε υἱέ Δαυίδ«.