Ancient Greek · ~28 min
Book 11
Origen, Commentarium In Evangelium Matthaei (Lib. 10-11) 11.17.1
Not analysed yet
Συνάγαγε δέ ἀπὸ τῶν εὐαγγελίων, τίνες μὲν αὐτὸν καλοῦσιν υἱὸν Δαυίδ, ὡς αὕτη καὶ οἱ ἐν Ἰεριχοῖ τυφλοί, τίνες δέ υἱὸν θεοῦ καὶ ἤτοι χωρὶς τῆς ἀληθῶς προσθήκης, ὡς οἱ δαιμονιζόμενοι λέγοντες · »τί ἡμῖν καὶ σοι. υἱὲ τοῦ θεοῦ«, τίνες δέ μετὰ τῆς ἀληθῶς προσθήκης, ὡς οἱ ἐν τῷ πλοίῳ προσκυνοῦντες, »ἀληθῶς θεοῦ υἱὸς εἶ« λέγοντες αὐτῷ. καὶ γὰρ χρήσιμος οἶμοι) ἔσται σοι ἡ τούτων συναγωγὴ πρὸς τὸ ἰδεῖν τὴν διαφορὰν τῶν προσιόντων, τίνες μέν οἱονεὶ τῷ γενομένῳ »ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα« προσίασι, τίνες δέ τῷ ὁρισθέντι υἰῷ θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης«, καὶ τούτων τίνες μὲν μετὰ τοῦ ἀληθῶς τίνες δέ χωρὶς τούτου. εἶτα πρόσχες ὅτι ἡ Χαναναία μὲν οὐ περὶ υἱοῦ ὅν οὐδὲ τὴν ἀρχὴν γεγεννηκέναι φαίνεται) ἀλλὰ περὶ θυγατρὸς παρακαλεῖ δεινῶς δαιμονιζομένης, ἄλλη δὲ μήτηρ υἱὸν ἐκκομιζόμενον νεκρὸν ἀπολαμβάνει ζῶντα. κοὶ πόλιν ὁ μέν ἀρχισυνάγωγος περὶ δωδεκαετοῦς θυγατρὸς ἀξιοῖ ὡς ἀποτεθνηκυίας, ὁ δέ βασιλικὸς περὶ υἱοῦ ὡς ἔτι νοσοῦντος κοὶ ἀποθνῄσκειν μέλλοντος. δαιμονῶσα τοίνυν θυγάτηρ καὶ υἱὸς νεκρὸς δύο ἦσαν μητέρων, κοὶ θυγάτηρ κοὶ υἱὸς Πρὸς θάνατον ἀσθενῶν τῶν δύο πατέρων, ὧν ὁ μὲν ἀρχισυνάγωγος ὁ δέ βασιλικὸς ἦν. ἔχειν δέ ταῦτα πείθομαι λόγους περὶ γενῶν ἐν ψυχῖς διαφόρων, ἅστινας ὁ Ἰησοῦς ζωοποιῶν ἐᾶται. καὶ πάντα δέ, ὅσα θεραπεύει ἐν τῷ λαῷ, μάλιστα ὑπὸ τῶν εὐαγγελιστῶν ἀναγεγραμμένα γέγονε μέν τοτε, ἵνα οἱ μὴ ἄλλως πιστεύοντες, ἐὰν μὴ ἔδωσι »σημεῖα καὶ τέρατα«, πιστεύσωσι· σύμβολα δέ ἦν τὰ τότε τῶν ἀεὶ ὑπὸ τῆς δυνάμεως Ἰησοῦ ἐπιτελουμένων. οὐκ ἔστι γὰρ ὅτε ἕκαστον τῶν γεγραμμένων ὑπὸ τῆς δυνάμεως Ἰησοῦ κατὰ τὴν ἑκάστου ἀξίαν οὐ γίνεται. Γένους μέν οὖν χάριν ἡ Χαναναία οὐδὲ ἀποκρίσεως ἀξία ἦν τῆς ἀπὸ Ἰησοῦ τυχεῖν, ὁμολογοῦντος οὐκ ἐπ᾿ ἄλλο τι ἀπεστάλθαι παρὰ τοῦ πατρὸς ἢ πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ, γένος ψυχῶν διορατικῶν ἀΠολωλός. προαιρέσεως δὲ ἕνεκα καὶ τοῦ προσκεκυνηκέναι Ἰησοῦ υἱῷ τοῦ θεοῦ ἀποκρίσεως τυγχάνει, ἐλεγχούσης αὐτῆς τὴν δυσγένειαν καὶ τὴν ἀξίαν αὐτῆς παριστάσης, ὅτι ψιχίων ὡς κυνίδιον καὶ οὐκ ἄρτων ἦν ἀξία. ὡς δέ ἐπιτείνασα τὴν προαίρεσιν καὶ παραδεξαμένη τὸν Ἰησοῦ λόγον ἐπιδικάζεται, κἄν ὡς κυνίδιον τυχεῖν ψιχίων, καὶ ὁμολογξεῖ κυρίους τοὺς εὐγενεστέρους, τότε τυγχάνει ἀποκρίσεως δευτέρας μαρτυρούσης αὐτῆς τῇ πίστει ὡς μεγάλῃ καὶ ἐπαγγελλομένης ἔσεσθαι αὐτῇ ὅ βούλεται. ἀνάλογον δ’ οἶμαι τῇ »ἄνω Ἱερουσαλὴμ« ἐλευθέρᾳ, μητρὶ Παύλου καὶ τῶν παραπλησίων αὐτῷ, δεήσει νοῆσαι τὴν Χαναναίαν, μητέρα τῆς δεινῶς δαιμονιζομένης, σύμβολον τυγχάνουσαν μητρὸς τοιᾶσδε ψυχῆς. καὶ ἐπίστησον εἰ μὴ εὔλογόν ἐστιν εἶναι καὶ πολλοὺς πατέρος κοὶ πολλὰς μητέρας, ἀναλογον τοῖς πατράσιν Ἀβραάμ, Πρὸς οὕς ἀπῄει ὁ πατριάρχης, καὶ τῇ Ἱερουσαλὴμ μητρὶ ὡς Παῦλός φησι περὶ ἑαυτοῦ) καὶ τῶν ὁμοίων αὐτῷ. εἰκὸς δέ ἐξεληλυθυῖαν ταύτην, ἧς σύμβολον ἡ Χαναναία, ἀπὸ τῶν ὁρίων Τύρου καὶ Σιδῶνος, ὧν τύποι ἦσ(ιν οἱ ἐΠὶ γῆς τόποι προσεληλυθυῖαν τῷ σωτῆρι ἠξιωκέναι αὐτὸν καὶ ἔτι νῦν ἀξιοῦν λέγουσαν · ἐλέησόν με, κύριε υἱὲ Δαυίδ· ἡ θυγάτηρ μου δεινῶς δαιμονίζεται. εἶτα ὁ καὶ τοῖς ἔξωθεν κοὶ τοῖς μαθηταῖς, ὅτε δεῖ, ἀποκρινόμενος εἶπε τὸ οὐκ ἀπεστάλην ,διδάσκων ὅτι εἰσί τινες προηγούμεναι ψυχαὶ νοεραὶ καὶ διορατικαὶ ἀπολωλυῖαι, τροπικῶς λεγόμεναι πρόβατα οἴκου Ἰσραήλ, ἅπερ οἶμαι) οἱ ἁπλούστεροι, ἐπὶ τοῦ »κατὰ σάρκα« Ἰσραὴλ νομίζοντες λελέχθαι, ἀναγκαίως προσήσονται ὅτι ὁ σωτὴρ ἡμῶν ἀπεστάλη ὑπὸ τοῦ πατρὸς οὐχὶ πρὸς ἄλλους ἢ τοὺς Ἰουδαίους ἐκείνους ἀπολωλότας. ἡμεῖς δὲ οἱ εὐχόμενοι ἐξ ἀληθείας λέγειν · »εἰ καὶ Χριστόν ποτε κατὰ σάρκα ἐγνώκαμεν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν«, ἴσμεν τοῦ λόγου προηγούμενον εἶναι ἔργον σώζειν τοὺς συνετωτέρους · οἰκειότεροι γὰρ οὗτοι παρὰ τοὺς ἀμβλυτέρους αὐτῷ τυγχάνουσιν. ἀλλ᾿ ἐπεὶ τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραὴλ παρὰ τὸ »κατ᾿ ἐκλογὴν χάριτος λεῖμμα« ἠπείθησαν τῷ λόγῳ, διὰ τοῦτο »ἐξελέξατο τὰ μωρὰ τοῦ κόσμου τὸν μὴ Ἰσρὴλ μηδέ διορατικόν), ἵνα καταισχύνῃ τοὺς σοφοὺς« (τοῦ Ἰσράαήλ) καὶ ἐκάλεσε »τὰ μὴ ὄντα« συνετὸν ἔθνος), παραδοὺς αὐτοῖς ὁ ἠδύναντο χωρῆσαι, »τὴν μωρίαν τοῦ κηρύγματος«, καὶ εὐδοκήσας »σῶσαι« τοὺς εἰς τοῦτο »πιστεύοντας«, ἵνα διελέγξῃ τὰ ὄντα« ἐκ τοῦ στόματος νηπίων καὶ θηλαζόντων« καταρτισάμενος αὐτῷ αὐτῷ ἐπεὶ γέγονεν ἐχθρὰ τῇ ἀληθείᾳ. Ἐλθοῦσα δὲ ἡ Χαναναία προσεκύνει ὡς θεῷ τῷ Ἰησοῦ λέγουσα· κύριε, βοήθησόν μοι. ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐκ ἔξεστι λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις. ζητήσαι δ’ ἄν τις τὸ βούλημα καὶ ταύτης τῆς λέξεως, ἐπεὶ μέτρου μὲν παρόντος ἄρτων, ὡς μὴ δύνασθαι καὶ τὰ κέκνα ἐσθίειν ἄρτους κοὶ κυνίδια τῆς οἰκίας, ἢ κάλλους ἄρτων εὖ εἰργασμένων, ὡς οὐχ οἶόν κατὰ τὸ εὔλογον κυνιδίοις δίδοσθαι τροφὴν τὸν καλῶς εἰργασμένον τῶν τέκνων ἄρτον, οὐδὲν δὴ τοιοῦτον φαίνεται ἐπὶ τῆς Ἰησοῦ δυνάμεως, ἀφ᾿ ἧς δυνατὸν ἦν καὶ τὰ τέκνα μεταλαμβάνειν καὶ τὰ λεγόμενα κυνίδια. ὅρa οὖν μήπως πρὸς τὸ οὐκ ἔξεστι λαβεῖν τὸν ἄρτον τῶν τέκνων λεκτέον ὅτι ὁ κενώσας ἑαυτὸν τῷ »μορφὴν δούλου« ἀνειληφέναι μέτρον δυνάμεως, καθ᾿ ὅ ἐχώρει τὰ ἐν κόσμῳ πράγματα, ἐκόμισεν· ἀφ᾿ ἧς δυνάμεως κοὶ ᾐσθάνετό τινα ἐξέρχεσθαι ποσότητα ἀπ᾿ αὐτοῦ, ὡς δῆλον ἐκ τοῦ »ἥψατό μού τις · ἐγὼ γὰρ ἔγνο)ν δύναμιν ἐξεληλυθυῖαν ἀπ᾿ ἐμοῦ«. ἀπὸ τούτου οὖν τοῦ μέτρου τῆς δυνάμεως ἐταμιεύετο, τοῖς μὲν προηγουμένοις καὶ καλουμένοις υἱοῖς πλείονα ἐπιδιδούς, τοῖς δὲ μὴ τοιούτοις ἐλάττονα, ὡς τοῖς κυνιδίοις. ἀλλ᾿ εἰ καὶ ταῦτα οὕτως ἐγίνετο, οὐδὲν ἧττον, ὅπου μεγάλη πίστις, ἔδωκε τὸν ἄρτον τῶν τέκνων ὡς τέκνῳ τῇ διὰ τὴν ἐν Χαναναίᾳ δυσγένειαν κυνιδίῳ τυγχανούσῃ. τάχα δὲ καὶ τῶν λόγων Ἰησοῦ εἰσί τινες ἄρτοι, οὕς τοῖς λογικωτέροις ὡς τέκνοις ἔξεστι διδόναι μόνοις, καὶ ἄλλοι λόγοι οἱονεὶ ψιχία ἀπὸ τῆς μεγάλης ἑστίας καὶ τραπέζης τῶν εὐγενεστέρων κοὶ κυρίων, οἷς χρήσαιντ’ ἄν τινες ψυχαί ὡς κύνες. καὶ κατὰ τὸν Μωσέως δὲ νόμον περί τινων γέγραπται »τῷ κυνὶ« ἀπορρίψαι αὐτό καὶ ἐμέλησε τῷ ὁγίῳ πνεύματι ἐντείλασθαι περί τινων βρωμάτων, ἔνα κυσὶ παραλειφθῇ. Ἀλλοι μέν οὖν ὑπολαμβανέτωσαν ,ξένοι τοῦ ἐκκλησιαστικοῦ λόγου, μεταβαίνειν τὰς ψυχὰς ἀπὸ σωμάτων ἀνθρωπίνων ἐπὶ σώματα κύνεια κατὰ τὴν διάφορον κακίον. ἡμεῖς δέ μηδαμῶς τοῦτο εὑρίσκοντες ἐν τῇ θείᾳ γραφῇ, φαμέν ὅτι κατάστασις λογικωτέρα μεταβάλλει εἰς ἀλογωτέραν, ἐκ πολλῆς ῥᾳθυμίας καὶ ἀμελείας τὸ τοιοῦτον πάσχουσα · ὁμοίως δὲ καὶ ἀλογωτέρα προαίρεσις παρὰ τὸ τοῦ λόγου ἠμεληκέναι ἐπιστρέφει ποτὲ εἰς τὸ λογικὴ τέρα ὡς τό ποτε κυνίδιον τὸ ἀγαπῶν ἐσθίειν ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτοῦ, ἥκειν εἰς κατάστασιν τέκνου. μέγα γὰρ συμβάλλεται ἀρετὴ μὲν πρὸς τὸ ποιῆσαι τέκνον θεοῦ, κακία δέ καὶ τὸ λυσσῶδες ἐν λόγοις ὑβριστικοῖς καὶ τὸ ἀναιδὲς πρὸς τὸ ποιῆσαί τινα χρηματίσαι κατὰ τὸν τῆς γραφῆς λόγον) κύνα. τὸ δ’ ὅμοιον νοήσεις καὶ ἐπὶ τῶν λοιπῶν ὀνομάτων τῶν κατὰ τὰ ἄλογα ζῶα. πλὴν ὁ ἐλεγχθεὶς ὡς κύων καὶ μὴ ἀγανακτήσας ἐπὶ τῷ ἀνάξιος εἶναι λέγεσθαι ἄρτου τέκνων κοὶ μετὰ πόσης ἀνεξικακίας εἰπὼν τὸν τῆς Χαναναίας ἐκείνης λόγον τὸν φήσαντα· ναί ,κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν τεύξεται τῆς προσηνεστάτης ἀποκρίσεως Ἰησοῦ λέγοντος αὐτῷ· μεγάλη σου ἡ πίστις, ἐπὰν τηλικαύτην ἀναλάλβῃ πίστιν, καὶ λέγοντος· γενέσθω σοι ὡς θέλεις, ἵνα καὶ αὐτὸς ἰαθῇ καί, εἴ τινα καρπὸν ἐγέννησε δεόμενον ἰάσεως, κοὶ οὗτος θεραπευθῇ.