Ancient Greek
Book 11
Origen, Commentarium In Evangelium Matthaei (Lib. 10-11) 11.3.1
Not analysed yet
Καὶ ταῦτα δέ ἡμῖν λέλεκται διὰ τὸ οἱ ἐσθίοντες ἦσαν ἄνδρες πεντακισχίλιοι χωρὶς παιδίων καὶ γυναικῶν· ὅπερ ἀμφίβολόν ἐστιν· ἢ γὰρ οἱ φαγόντες ἦσαν ἄνδρες πεντακισχίλιοι καὶ οὐδεὶς ἦν ἐν τοῖς ἐσθίουσι παιδίον ἢ γυνή, ἢ ὅτι μόνον ἄνδρες πεντακισχίλιοι ἦσαν μὴ ἀριθμουμένων μήτε παίδων μήτε γυναικῶν. τινὲς μέν οὖν, ὡς φθάσαντες εἰρήκαμεν, οὕτως ἐξειλήφασιν, ὅτι οὔτε παιδία οὔτε γυναῖκες παρῆσαν τοῖς ηὐξηκόσι καὶ πεπληθυσμένοις ἀπὸ τῶν πέντε ἄρτων καὶ τῶν δύο ἰχθύων. εἴποι δ’ ἄν τις ὅτι, πολλῶν φαγόντων καὶ κατ᾿ ἀξίαν καὶ δύναμιν μετειληφότων ἀπὸ τῶν τῆς εὐλογίας ἄρτων, οἱ μὲν ἀριθμῶν ἄξιοι ἀνάλογον τοῖς ἐν τῇ βίβλῳ τῶν Ἀριθμῶν ἀριθμηθεῖσιν εἰκοσαετέσιν Ἰσραηλίταις ἄνδρες ἦσαν· οἱ δέ μὴ ἄξιοι τηλικούτου λόγου καὶ ἀριθμοῦ παῖδες ἦσαν καὶ γυναῖκες. τροπολόγει δέ μοι καὶ τοὺς παῖδος κατὰ τὸ οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς ἀλλ᾿ ὡς σαρκίνοις, ὡς νηπίοις ἐν Χριστῷ«, καὶ τἀς γυναῖκας κατὰ τὸ »βούλομαι δέ τοὺς πάντας ὑμᾶς παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ«, τοὺς δὲ ἄνδρας κατὰ τὸ »ὅτε γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου«. μὴ παρέλθωμεν δὲ ἀδιήγητον τὸ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοῦ χόρτου, λαβὼν τοὺς πέντε πέντε Λ· αὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν ηὐλόγησε, καὶ κλάσας ἔδωκε τοῖς μαθηταῖς τοὺς ἄρτους, οἱ δέ μαθηταὶ τοῖς ὄχλοις. καὶ ἔφαγον πάντες. τι γὰρ σημαίνει τὸ κοὶ κελεύσας πάντας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοῦ χόρτου καὶ τί ἄξιόν ἐστι τῆς κελεύσεως Ἰησοῦ νοῆσαι κατὰ τὸν τόπον; νομίζω δὲ ὅτι τοὺς ὄχλους ἐκέλευσεν ἀνακλιθῆναι ἐν χόρτῳ (διὰ τὸ ἐν Ἡσαΐᾳ λελεγμένον »πᾶσα σὰρξ χόρτος«), τοτέστιν ποιῆσαι τὴν σάρκα καὶ ὑποτάξαι »τὸ φρόνημα τῆς σαρκός«, ἶν’ οὕτω τις δυνηθῇ ὧν εὐλογεῖ ἄρτων ὁ Ἰησοῦς μεταλαβεῖν. Εἶτα ἐπεὶ τάγματα διάφορά ἐστι τῶν δεομένων τῆς ἀπὸ Ἰησοῦ τροφῆς, μὴ πόντων τοῖς ἴσοις λόγοις τρεφομένων, διὰ τοῦτο οἶμαι τὸν μὲν Μᾶρκον πεποιηκέναι· »καὶ ἐπέταξεν αὐτοῖς πᾶσιν ἀνακλιθῆναι συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ. καὶ ἀνέπεσον πρασιαὶ πρασιαὶ ἀνὰ ἑκατὸν κοὶ πεντήκοντα«, τὸν δέ Λουκᾶν· »εἶΠε δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ · κατακλίνατε αὐτοὺς κλισίας ὡσεὶ ἀνὰ πεντήκοντα«. ἔδει γὰρ τοὺς ἀναπαυσομένους ἐπὶ τοῖς Ἰησοῦ τροφαῖς ἤτοι ἐν τάγματι εἶναι τῶν ἑκατόν, 〈ὄντος〉 ἱεροῦ ἀριθμοῦ καὶ τῷ θεῷ διὰ τὴν μονάδα ἀνακειμένου, ἢ ἐν τάγματι τῶν πεντήκοντα, ἀριθμῷ περιέχοντι τὴν ἄφεσιν κατὰ τὸ μυστήριον τοῦ Ἰωβηλαίου, γινομένου διὰ πεντηκονταετίας, καὶ τῆς κατὰ τὴν Πεντηκοστὴν ἑορτῆς. οἶμαι δέ ὅτι οἱ δώδεκα κόφινοι ἦσαν παρὰ τοῖς μαθηταῖς, πρὸς οὕς εἴρηται· »καθήσεσθε ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ«. καὶ ὥσπερ λέγοιτο ἄν μυστήριον εἶναι θρόνος κρίνοντος φυλὴν Ῥουβεὶμ κοὶ θρόνος κρίνοντος φυλὴν Συμεὼν καὶ ἄλλος φυλὴν Ἰούδα καὶ οὕτω καθεξῆς, οὕτως εἴη ἄν καὶ κόφινος τροφῆς Ῥουβεὶμ καὶ ἄλλος Συμεὼν καὶ ἄλλος Λευΐ. οὐ κατὰ τὸν πορόντα δέ ἐστι λόγον νῦν τοσοῦτον ἐκβῆναι τοῦ προκειμένου, ὡς συναγαγεῖν τὰ περὶ τῶν δώδεκα φυλῶν κοὶ ἰδίᾳ τὰ περὶ ἑκάστης αὐτῶν καὶ εἰπεῖν, τίς ἑκάστη τοῦ Ἰσραὴλ φυλή.