Ancient Greek · ~16 min
Book 11
Origen, Commentarium In Evangelium Matthaei (Lib. 10-11) 11.4.1
Not analysed yet
Καὶ εὐθέο)ς ἠνάγκασε τοὺς μαθητὰς ἐμβῆναι εἰς πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἔως οὗ ἀπολύσει τοὺς ὄχλους (14, 22 —36]). Παρατηρητέον ποσάκις εἴρηται κατὰ τοὺς αὐτοὺς τόπους τὸ ὄνομα οἱ ὄχλοι καὶ ἄλλο ὄνομα οἱ μαθηταί, ἵν᾿ ἐκ τῆς παρατηρήσεως καὶ τῆς περὶ τούτου συναγωγῆς θεωρηθῇ, ὅτι τὸ προκείμενον τοῖς εὐαγγελισταῖς ἦν διὰ τῆς εὐαγγελικῆς ἱστορίας παραστῆσαι διαφορὰς τῶν προσερχομένων τῷ Ἰησοῦ· ὦν οἱ μέν εἰσιν ὄχλοι καὶ οὐ χρηματίζουσι μαθηταί, ἕτεροι δὲ οἱ μαθηταὶ κρείττους τυγχάνοντες τῶν ὄχλων. ἀρκεῖ δὲ ἐπὶ τοῦ πορόντος ὀλίγα ῥητὰ ἡμᾶς παραθέσθαι, ἵνα ἀπὸ τούτων κινηθείς τις τὸ ὅμοιον ποιήσῃ ἐπὶ ὅλων τῶν εὐαγγελίων. γέγραπται τοίνυν, ὡς κάτω τῶν ὄχλων τυγχανόντων, τῶν δὲ μαθητῶν ἀναβάντι εἰς τὸ ὄρος τῷ Ἰησοῦ δυναμένων προσελθεῖν (ἔνθα οὐχ οἶοί τε ἦσαν οἱ ὄχλοι γενέσθαι), τοιαῦτα· »ἰδὼν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος· καὶ καθίσαντος αὐτοῦ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ · καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτοὺς λέγων · μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι« καὶ τὰ ἑξῆς. κοὶ πόλιν ἐν ἄλλῳ τόπῳ, ὡς τῶν ὄχλων δεομένων θεραπείας, λέλεκται· »ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτούς«. οὐχ εὕρομεν δέ περὶ τῶν μαθητῶν ἀναγεγραμμένην θεραπείαν · ἐπεὶ εἴ τίς ἐστιν ἤδη μαθητὴς τοῦ Ἰησοῦ, ὑγιαίνει ἐκεῖνος καὶ καλῶς ἔχων Ἰησοῦ τοῦ Ἰησοῦ οὐχ ᾗ ἰατροῦ, ἀλλὰ κατὰ τὰς ἄλλας αὐτοῦ δυνάμεις. πόλιν ἐν ἄλλῳ τόπῳ · »λαλοῦντος αὐτοῦ τοῖς ὄχλοις, ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ εἱστήκεσαν ἔξω ζητοῦντες λαλῆσαι αὐτῷ« · ὅπερ αὐτῷ ἐδηλώθη, πρὸς ὅν ἀπεκρίνατο »ἐκτείνας τὴν χεῖρα«, οὐκ ἐπὶ τοὺς ὄχλους ἀλλ᾿ »ἐπὶ τοὺς μαθητὰς, καὶ εἶπεν · ἰδοὺ ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου«, καὶ μαρτυρῶν τοῖς μαθηταῖς ὡς ποιοῦσι τὸ θέλημα τοῦ ἐν οὐρανοῖς πατρὸς καὶ διὰ τοῦτο ἀξιωθεῖσι τῶν συγγενῶν καὶ οἰκειοτάτων ὀνομάτων πρὸς τὸν Ἰησοῦν, ἐπιφέρει τῷ »ἰδοὺ ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου«· »ὅστις ἄν ποιήσῃ τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς, αὐτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστί«. καὶ πόλιν ἐν ἄλλῳ τόπῳ γέγραπται ὅτι »πᾶς ὁ ὄχλος ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει, κοὶ ἀλάλησεν αὐτοῖς πολλὰ ἐν παραβολαῖς« · εἶτα μετὰ τὴν τοῦ σπόρου παραβολὴν »προσελθόντες«, οὐκέτι οἱ ὄχλοι ἀλλ᾿ οἱ μαθηταί, εἶπον αὐτῷ«, οὐΙχὶ »διὰ τί ἐν παραβολαῖς« ἡμῖν λαλεῖς «ἀλλὰ »διὰ τί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς; «ὅτε καὶ »ἀποκριθεὶς εἶπεν«, οὐ τοῖς ὄχλοις ἀλλὰ τοῖς μαθηταῖς τὸ »ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν«, »τοῖς δέ λοιποῖς ἐν οὐκοῦν τῶν προσερχομένων τῷ ὀνόματι τοῦ Ἰησοῦ οἱ μέν γινώσκοντες τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν« μαθηταὶ χρηματίζοιεν ἄν· οἷς δὲ τὸ τοιοῦτον »οὐ δέδοται«, ὄχλοι οἱ τῶν μαθητῶν ἥττους λέγοιντ᾿ ἄν. πρόσχες γὰρ ἐπιμελῶς ὅτι τοῖς μαθηταῖς εἶπε τὸ »ὕμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν«, Περὶ δέ τῶν ὄχλων τὸ ἐκείνοις δέ οὐ δέδοται«. καὶ ἐν ἄλλῳ τόπῳ ἀφίησι μὲν »τοὺς ὄχλους«, οὐχὶ δέ τοὺς μαθητάς, καὶ ἔρχεται »εἰς τὴν οἰκίαν« · »εἰς τὴν οἰκίαν« αὐτοῦ »προσῆλθον αὐτῷ«, οὐχὶ οἱ ὄχλοι »οἱ μαθηταὶ αὐτοῦ λέγοντες· φράσον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ«. ἀλλὰ καὶ ἐν ἄλλῳ τόπφ, ἡνίκα »ὀκόύσας« τὰ περὶ Ἰωάννου ὁ Ἰησοῦς ἀνεχώρησεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ ἰδίαν«, οἶ ὄχλοι ἠκολούθησαν αὐτῷ«, ὅτε »ἐξελθὼν εἶδε πολὺν ὄχλον, καὶ σπλαγχνισθεὶς ἐπ᾿ αὐτοῖς ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν«, τῶν οὐχὶ τῶν μαθητῶν · »ὀψίας δέ γενομένης προσῆλθον αὐτῷ«, οὐχ οἱ ὄχλοι ἀλλ᾿ »οἱ μαθηταί, λέγοντες« ὡς ἕτεροι τῶν ὄχλων) »ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς γό)μος ἀγοράσωσιν ἑαυτοῖς βρώματα«. ἀλλὰ καὶ ἡνίκα λαβὼν τοὺς Πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐραγὸν εὐλόγησε, καὶ κλάσας τοὺς ἄρτους«, οὐ τοῖς ὄΧλοις ἀλλὰ »τοῖς ἔδωκεν«, ἵνα οἱ μαθηταὶ δῶσι »τοῖς ὄχλοις«, μὴ χωροῦσιν ἀπ᾿ λαβεῖν ἀλλὰ μόγις διὰ τῶν μαθητῶν δεχομένοις τοὺς τῆς εὐλογίας Ἰησοῦ ἄρτους καὶ οὐδὲ τούτους πάντας ἐσθίουσι χορτασθέντες γὰρ οἱ ὄχλοι καταλελοίπασι »τὸ περισσεῦον« ἐν κοφίνοις οὖσι πλήρεσι δώδεκα), ***