Ancient Greek · ~19 min
Book 11
Origen, Commentarium In Evangelium Matthaei (Lib. 10-11) 11.5.1
Not analysed yet
Οὗ δὲ ἕνεκεν ταῦτα παρειλήφαμεν, ἐστὶ τὸ προκίμενον ὅτι, χωρίσας ὁ Ἰησοῦς τῶν ὄχλων τοὺς μαθητὰς ἠνάγκασεν αὐτοὺς ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσει αὐτὸς τοὺς ὄχλους. οὐ γὰρ ἠδύναντα οἱ ὄχλοι εἰς τὸ πέραν ἀπελθεῖν, ὡς οὐ μυστικῶς Ἑβραῖοι οἴτινες ἑρμηνεύονται ΠΕΡΑΤΙΚΟΙ) · ἀλλὰ τοῦτο ἔργον ἦν τῶν Ἰησοῦ μαθητῶν, λέγω δέ τὸ εἰς τὸ πέραν καὶ ὐπερβῆναι »τὰ βλεπόμενα« καὶ σωματικὰ ὠς »πρόσκαιρα«, φθάσαι δέ ἐπὶ τὰ μὴ βλεπόμεν καὶ αἰώνια«. εὐεργεςσία οὖν αὐτάρκης ἦν τοῖς ὄχλοις ἀπὸ τοῦ Ἰησοῦ ὐτοῖς διδομένη, μὴ δυναμένοις διὰ τὸ ὄχλους εἶναι) ἀπελθεῖν εἰς τὸ πέραν, ἀπολυθῆναι ἀπὸ τοῦ Ἰησοῦ. ἥντινα ἀπόλυσιν οὐδεὶς ἔχει ἐξουσίαν ἀπολύειν ἢ ὁ Χριστὸς μόνος, καὶ οὐχ οἶόν τέ ἐστιν ἀπολυθῆναί τινα μὴ πρότερον φαγόντα ἄρτων ὧν ὁ Ἰησοῦς εὐλογεῖ, οὐχ οἶόν τε δὲ Ε; τῶν ἄρτων τῆς εὐλογίας Ἰησοῦ εἰ μὴ ὡς ἐκέλευσεν ὁ Ἰησοῦς ποιήσοντα κοὶ ἀνακλιθέντα »ἐπὶ τοῦ χόρτου« ὡς ἀποδεδώκαμεν). ἀλλ᾿ οὐδὲ τοῦτο οἷόν τε ποιῆσαι τοὺς ὄχλους μὴ ἀκολουθήσαντας τῷ Ἰησοῦ ἀπὸ τῶν ἰδίων πόλεων »ἀναχωρήσαντι εἰς ἔρημον τόπον κοτ’ ἰδίαν«. καὶ πρότερον μέν ἀξιούμενος ὑπὸ τῶν μαθητῶν ἀπολῦσαι »τοὺς ὄχλους«, οὐκ ἀπέλυσεν, ἕως ἔθρεψε τοῖς ἄρτοις τῆς εὐλογίας · νῦν δὲ ἀπολύει, τῶν μαθητῶν πρότερον ἀναγκασθέντων ἐμβῆναι εἰς τὸ πλοῖον ,καὶ ἀπολύει αὐτοὺς κάτω που τυγχάνοντας κάτω γὰρ ἡ ἔρημος) · αὐτὸς δὲ ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι. καὶ τοῦτο δὲ παρατηρητέον, ὅτι εὐθέο)ς μετὰ τό τραφῆναι τοὺς πεντακισχιλίους ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν. πλὴν οὐ δεδύνηνται οἱ μαθηταὶ προάγειν τὸν Ἰησοῦν εἰς τὸ πέραν, ἀλλὰ μέχρι τοῦ μέσου τῆς θαλάσσης φθάσαντες, βασανιζομένου τοῦ πλοίου τῷ τὸν ἄνεμον αὐτοῖς εἶναι ἐναντίον, ἐφοβήθησαν, »περὶ τετάρτην φυλακὴν« τῆς νυκτὸς ἐλθόντος πρὸς αὐτοὺς τοῦ Ἰησοῦ. καὶ εἰ μὴ ἀναβεβήκει εἰς τὸ πλοῖον ὁ Ἰησοῦς, οὔτ’ ἄν ὁ τοῖς πλέουσι μαθηταῖς ἐναντιούμενος ἐπαύσατο ἄνεμος οὔτ’ ἄν »διαπεράσαντες ἦλθον« εἰς τὸ πέραν οἱ πλέοντες. καὶ τάχα βουλάμενος τῇ πείρᾳ αὐτοὺς διδάξαι, ὅτι οὐχ οἶόν τέ ἐστι χωρὶς αὐτοῦ ἀπελθεῖν εἰς τὸ πέραν, ἠνάγκασε μὲν ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν· μὴ δυνηθεῖσι δ’ αὐτοῖς πλέον τοῦ μέσου τῆς θαλάσσης διελθεῖν ἐπιφανεὶς καὶ ποιήσας τὰ γεγραμ΄μένα, ἔΜεν ὅτι ὁ εἰς τὸ πέραν γιγνόμενος Ἰησοῦ αὐτῷ συμπλέοντος φθάνει ἐκεῖ. τί δὲ τὸ πλοῖον, εἰς ὁ ἠνάγκασεν ἐμβῆναι τοὺς μαθητὰς ὁ Ἰησοῦς, ἤ τάχα ὁ τῶν πειρασμῶν καὶ περιστάσεων ἀγών, εἰς ὅν ἀναγκαζόμενός τις ὑπὸ τοῦ λόγου καὶ οἱονεὶ οὐΧ ἑκὼν ἔρχεται, βουλομένου τοῦ σωτῆρος γυμνάσασθαι τοὺς μαθητὰς ἐν τῷ βασανιζομένῳ τούτῳ πλοίῳ ὑπὸ τῶν κυμάτων καὶ τοῦ ἐναντίου ἀνέμου; Ἐπειδὴ δέ εὐθέως ἠνάγκασε τοὺς μαθητὰς ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ὀλίγον δ᾿ τὴν λέΞιν ἀνέγραψε κοὶ ὀ Μᾶρκος ποιήσας · »καὶ εὐθέως ἠνάγκασε τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν εἰς Βηθσαϊδᾶ«), ἀναγκαῖον ἐπιστῆσαι τῷ ἠνάγκασεν, ἐπὰν πρότερον ἴδωμεν τὰ τῆς παραλλαγῆς Παραλλαγῆς τοῦ Μάρκου, ὡρισμένον πλεῖον ἐμφαίνοντος διὰ τῆς τοῦ ἄρθρου προσθήκης · οὐ γὰρ ταὐτὸν ἐμφαίνεται ἀπὸ τοῦ εὐθέως ἠνάγκασε τοὺς μαθητός, ἔχει δέ τι πλεῖον τὸ »τοὺς μαθητὰς αὐτοῦ« παρὰ τῷ Μάρκῳ γεγραμμένον παρὰ τὸ ἁπλῶς τοὺς μαθητάς. τάχα οὖν ἕνα καὶ τῇ λέξει Παραστῶμεν, οἱ μέν μαθηταὶ δυσαποσπάστως ἔχοντες τοῦ Ἰησοῦ οὐδὲ κατὰ τὸ τυχὸν αὐτοῦ χωρίζεσθαι δύνανται, βουλόμενοι παρεῖναι αὐτῷ· ὁ δέ κρίνας αὐτοὺς πεῖραν λαβεῖν κυμάτων κοὶ ἐναντίου ἀνέμου, οὐκ ἄν γενομένου εἰ ἦσαν μετὰ τοῦ Ἰησοῦ, ἀνάγκην αὐτοῖς ἐπήρτησε χωρισθεῖσιν αὐτοῦ ἐμβῆναι εἰς πλοῖον. ἀναγκάζει μέν οὖν τοὺς μαθητὰς ἐμβῆναι εἰς τὸ πλοῖον τῶν πειρασμῶν ὁ σωτὴρ καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν κοὶ ἐπέκεινα τῶν περιστάσεων διὰ τὸ νικᾶν αὐτὰς γενέσθαι. οἱ δὲ εἰς τὸ μέσον τῆς θαλάσσης κοὶ τῶν ἐν πειρασμοῖς γενόμενοι κυμάτων ,καὶ τῶν ἐναντίων ἀνἐμων κωλυόντων αὐτοὺς ἀπελθεῖν εἰς τό πέραν, παλαίοντες οὐ δεδύνηνται χωρὶς τοῦ Ἰησοῦ νικῆσαι τὰ κύματα καὶ τὸν ἐναντίον ἄνεμον καὶ φθάσαι εἰς τὸ πέραν. διόΠερ ἐλεήσας αὐτοὺς ὁ λόγος πάντα τὰ παρ’ ἑαυτοῖς πράξαντας, ἔνα εἰς τὸ πέραν γένωνται, ἦλθε πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τὴν θάλασσαν, αὐτῷ μὴ ἔχουσαν κύματα οὐδέ ἄνεμον ἐναντιοῦσθαι δυνάμενον, εἰ καὶ ἐβούλετο. κοὶ γὰρ οὐ γέγραπται ἦλθε πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τὰ κύματα, ἀλλ᾿ ἐπὶ τὰ ὕδατα. ὁ δέ Πέτρος εἶπε· κέλευσόν με ἐλθεῖν πρός σε, οὐκ ἐΠὶ τὰ κύματα, ἀλλ᾿ ἐπὶ τὰ ὕδατα· ὅστις κατὰ τὰς ἀρχὰς εἰπόντος αὐτῷ τοῦ Ἰησοῦ ἐλθέ) καταβὰς ἀπὸ τοῦ πλοίου περιεπάτησεν, οὐκ ἐπὶ τὰ κύματα, ἀλλ᾿ ἐπὶ τὰ ὕδατα, ἐλθεῖν πρὸς τὸν Ἰησοῦν, ἐΠεὶ δέ ἐδίστασεν, εἶδεν ἰσχυρὸν τὸν ἄνεμον, οὐκ ὄντα ἰσχυρὸν τῷ ἀποθεμένῳ τὴν ὀλιγοπιστίαν καὶ τὸν δισταγμόν. καὶ ἀναβάντος τοῦ Ἰησοῦ μετὰ Πέτρου εἰς τὸ πλοῖον, ἐκόπασεν ὁ ἄνεμος, μηδὲν ἔτι δυνάμενος ἐνεργεῖν εἰς οὐτὸ ἀναβάντος τοῦ Ἰησοῦ.