Ancient Greek · ~15 min
Book 11
Origen, Commentarium In Evangelium Matthaei (Lib. 10-11) 11.6.1
Not analysed yet
Καὶ τότε οἱ μαθηταὶ διαπεράσαντες ἦλθον εἰς τὴν γῆν Γενησαρέτ ,ἧς τὴν ἑρμηνείαν εἰ ἔγνωμεν, καὶ ἀπ᾿ αὐτῆς ὠνάμεθα ἄν τι πρὸς τὴν τῶν προκειμένων διήγησιν. παρατήρει δέ ἐπεὶ »πιστὸς ὁ θεός«, οὐκ ἐῶν πειρασθῆναι τοὺς ὄχλους ὑπέρ ὃ δύνανται), τίνα τρόπον ὁ υἱὸς τοῦ θεοῦ τοὺς μὲν μαθητὰς ἠνάγκασεν ἐμβῆναι εἰς τὸ πλοῖον ,ὡς ἰσχυροτέρους καὶ δυναμένους ἐπὶ τὸ μέσον τῆς θαλάσσης φθάσαι καὶ ὑπομεῖναι τὴν ἀπὸ τῶν κυμάτων βάσανον (ἕως ἄξιοι τῆς θείας γένωνται καὶ ἴδωσι τὸν Ἰησοῦν καὶ ἀκούσωσιν <λαλοῦντος αὐτοῦ καὶ ἀναβάντος αὐτοῦ διαπεράσει καὶ ἐλθεῖν εἰς τὴν γῆν Γενησαρέτ), τοὺς δὲ ὄχλους ἀπολύσας ,οὐ λαβόντας πεῖραν ὡς ἀσθενεστέρους πλοίου κοὶ κυμάτων καὶ ἐναντιουμένου ἀνέμου, ἀνέβη εἰς τὸ ὄρος κατ᾿ ἰδίον προσεύξασθαι. περὶ τίνος δέ προσεύξασθαι, ἢ τάχα περὶ μὲν τῶν ὄχλων, ἵνα ἀπολυθέντες μετὰ τοὺς τῆς εὐλογίας ἄρτους μηδὲν ἐναντίον τῇ ἀπὸ τοῦ Ἰησοῦ ἀπολύσει πράξωσι, περὶ δέ τῶν μαθητῶν, ἔνα ἀναγκασθέντες ὑπ᾿ αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν μηδὲν πάθωσιν ἐν τῇ θαλάσσῃ, μήθ’ ὑπὸ τῶν βασανιζόντων τὸ πλοῖον αὐτῶν κυμάτων μήθ’ ὑπὸ τοῦ ἐναντίου ἀνέμου; καὶ θαρρήσας εἴποιμι ἄν ὅτι ὅτι τὴν τοῦ Ἰησοῦ πρὸς τὸν πατέρα περὶ τῶν μαθητῶν εὐχὴν οὐδὲν πεπόνθασιν οὗτοι, θαλάσσης κοὶ κυμάτων καὶ ἐναντίου ἀνέμου αὐτοῖς ἀντιπρασσόντων. Ὁ μέν οὖν ἁπλούστερος ἀρκείσθω τῇ ἱστορίᾳ· ἡμεῖς δέ, δέ, ποτε ἀνάγκαις πειρασμῶν περιπίπτομεν, ἀναμιμνησκώμεθα ὅτι ἠνάγκασεν ἡμᾶς ὁ Ἰησοῦς ἐμβῆναι εἰς τὸ πλοῖον, αὐτὸν βουλόμενος ἡμᾶς προάγειν εἰς τὸ πέραν. οὐ γὰρ δυνατὸν μὴ πειρασμοὺς ὑπομείναντος κυμάτων καὶ ἀνέμου ἐναντίου εἰς τὸ πέραν φθάσοι. εἶτ᾿ ἐπειδὰν ἴδωμεν πολλὰ τὰ περιεστηκότα ἡμᾶς πράγματα καὶ χαλεπὰ καὶ κάμνοντες μετρίως αὐτὰ ἐπὶ ποσὸν διανηξώμεθα, λογιζώμεθα ὅτι τὸ πλοῖον ἡμῶν μέσον ἐστὶ τῆς θαλάσσης τότε, βασανιζόμενον ὑπὸ τῶν κυμάτων βουλομένων ἡμᾶς ναυαγῆσαι »περὶ τὴν πίστιν« ἤ τινα τῶν ἀρετῶν. ἀλλ᾿ ἐπὰν τὸ πνεῦμα τοῦ πονηροῦ βλέπωμεν ἀντιπρᾶττον ἡμῶν τοῖς πράγμασιν, ἐννοήσωμεν ὅτι τότε ἡμῖν ἐναντίος ἐστὶν ὁ ἄνεεμος. ἐπὸν οὖν ταῦτα πάσχοντες τρεῖς φυλακὰς τῆς νυκτὸς τοῦ ἐν τοῖς πειρασμοῖς σκότους διανύσωμεν, κατὰ τὸ δυνατὸν ἀγωνιζόμενοι καλῶς καὶ τηροῦντες ἑαυτοὺς πρὸς τὸ μὴ ναυαγῆσαι »περὶ τὴν πίστιν« ἤ τινα τῶν ἀρετῶν, πρώτην φυλακὴν τὸν πατέρα τοῦ σκότους καὶ τῆς κακίας, καὶ δευτέραν τὸν υἱὸν αὐτοῦ τὸν ἀντικείμενον καὶ ἐπαιρόμενον »ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα«, καὶ τρίτην τὸ ἐναντίον τῷ ἁγίῳ πνεύματι πνεῦμα, τότε πιστεύωμεν ὅτι τετάρτης φυλακῆς, ὅτε »ἡ νὺξ προέκοψεν ἡ δὲ ἡμέρα ἤγγικεν«, ἐλεύσεται πρὸς ἡμᾶς ὁ υἱὸς τοῦ θεοῦ, ἶν’ εὐτρεπίσῃ ἡμῖν τὴν θάλασσαν περιπατῶν ἐπ αὐτῆς. καὶ ἐπὰν ἴδωμεν τὸν λόγον ἡμῖν ἐπφανιζόμενον, ταραχθησόμεθα μὲν πρὶν τρανῶς καταλαβεῖν ὅτι ὁ σωτὴρ ἡμῖν ἐπιδεδήμηκεν, οἰόμενοι ἔτι φάντασμα θεωρεῖν, καὶ φοβούμενοι κεκραξόμεθα· ἀλλ᾿ αὐτὸς εὐθέως ἡμῖν λαλήσει λέγων· θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε. καὶ θερμότερον κινούμενος ἀπὸ τοῦ θαρσεῖτε εἴ τις ἐν ἡμῖν εὑρεθείη Πέτρος, ὁδεύων μέν »ἐπὶ τὴν τελειότητα« οὐδέπω δέ τοιοῦτος γεγενημένος, καταβὰς ἀπὸ τοῦ πλοίου, ὡς ἔξω τοῦ πειρασμοῦ γινόμενος ἐκείνου ἐν ᾧ ἐβασανίζετο, περιπατήσει μέν κατ’ ἀρχὰς βουλόμενος ἐλθεῖν πρὸς τὸν Ἰησοῦν ἐπὶ τὰ ὕδατα, ὡς ἔτι δέ ὀλιγόπιστος καὶ ὡς ἔτι διστάζων ἄψεται ἰσχυρὸν τὸν ἄνεμον καὶ φοβηθήσεται κοὶ ἄρξεται μὲν καταποντίζεσθαι, οὐ πείσεται δέ τοῦτο διὰ τὸ τὸν Ἰησοῦν μεγάλῃ καλεῖν φωνῇ καὶ λέγειν αὐτῷ· κύριε, σῶσόν με. εἶτ᾿ εὐθέως »ἔτι λαλοῦντος« τοῦ τοιούτου Πέτρου καὶ λέγοντος· κύριε, σῶσόν με, ἐκτενεῖ τὴν χεῖρα ὁ λόγος, ὀρέγων τῷ τοιούτῳ βοήθειαν, κοὶ ἐπιλήψεται αὐτοῦ ἀρξαμένου καταποντίζεσθαι καὶ ὀνειδίσει αὐτῷ ἐπὶ τῇ ὀλιγοπιστίᾳ καὶ τῷ δισταγμῷ. πλὴν τήρει ὅτι οὐκ εἶπεν · ἄπιστε, ἀλλά · ὀλιγόπιστε, καὶ ὅτι λέλεκται · εἰς τί ἐδίστασας, ἔχων μέν τι τῆς πίστεως, κλίνων δὲ καὶ πρὸς τὸ ἐναντίον οὐτῇ;