Ancient Greek · ~8 min
Book 11
Origen, Commentarium In Evangelium Matthaei (Lib. 10-11) 11.7
Not analysed yet
καὶ ἐπὶ τούτοις γε Λ· οὶ ὁ Ἰησοῦς καὶ ὁ Πέτρος ἀναβήσονται εἰς τὸ πλοῖον καὶ κοπόσει ὁ ἄνεμος καὶ οἱ ἐν τῷ πλοίῳ ἐννοήσαντες ἀφ᾿ οἵων διεσώθησαν κινδύνων, προσκυνήσουσι λέγοντες, οὐκ ἁπλῶς· θεοῦ υἱὸς εἶ (ὡς καὶ οἱ δύο δαιμονιζόμενοι) ἀλλ᾿· ἀληθῶς θεοῦ υἱὸς εἶ· ὅπερ λέγουσιν οἱ ἐν τῷ πλοίῳ μαθηταί, οὐ γὰρ ἄλλους τῶν μαθητῶν νομίζω τοῦτο εὐρηκέναι. Ἐπὰν δὲ ἐν τούτοις ὅλοις γενώμεθα διαπεράσαντες, ἐλευσόμεθα εἰς τὴν γὴς, ἔνθα προάγειν ἡμῖν ἐκέλευσεν ὁ Ἰησοῦς. τάχα δὲ καὶ δηλοῦταί τι ἀπόρρητον καὶ κεκρυμμένον μυστήριον περί τινων σεσωσμένων ὑπὸ τοῦ Ἰησοῦ ἀπὸ τοῦ καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου, δῆλον δ᾿ ὅτι τοῦ ἐν τῷ πέραν, ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, περίχωρον τοῦ πέραν (οὐκ ἐν αὐτῷ τῷ πέραν, ἀλλὰ περὶ αὐτό), καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας. ἐν τούτῳ δὲ τήρει ὅτι προσήνεγκαν αὐτῷ οὐ πολλοὺς κακῶς ἔχοντας μόνον, ἀλλὰ πάντας τοὺς ἐν τῇ περιχώρῳ ἐκείνῃ. οἱ δὲ προσενεχθέντες αὐτῷ κακῶς ἔχοντες παρεκάλουν αὐτὸν ἵνα κἂν μόνον ἅψωνται τοῦ κραστέδου τοῦ ἱματίου αὐτοῦ, χάριν ἀπ᾿ αὐτοῦ αἰτοῦντες ταύτην, ἐπεὶ μὴ ἦσαν ὁποία ἡ »αἱμορροοῦσα γυνὴ τὰ δώδεκα ἔτη« καὶ »προσελθοῦσα ὄπισθεν« καὶ ἁψαμένη »τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ«, ὅτι »ἔλεγεν ἐν ἑαυτῇ· εἰ μόνον ἅψομαι τοῦ ἱματίου αὐτοῦ, σωθῄ- σομαι« —τήρει γὰρ 〈τὸ σύμφωνον〉 ἐν τοῖς περὶ τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ—διὸ »παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς«. οἱ δὲ ἀπὸ τῆς περιχώρου τῆς γῆς Γενησαρέτ, εἰς ἣν διαπεράσαντες ἦλθον ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ, οὐκ ἀφ᾿ ἑαυτῶν προσῆλθον τῷ Ἰησοῦ ἀλλὰ προσήχθησαν ὑπὸ τῶν ἀποστειλάντων, ἅτε μὴ δυνάμενοι διὰ τὸ σφόδρα κακῶς ἔχειν προσελθεῖν ἀφ᾿ ἑαυτῶν, καὶ οὐδὲ μόνοι ἥψαντο τοῦ κρασπέδου, ὡς ἡ αἱμορροοῦσα, ἀλλὰ παρακαλεσάντων ἐκείνων. πλὴν καὶ τούτων ὅσοι ἥψαντο διεσώθησαν. εἰ δὲ ἔστι τις διαφορὰ τοῦ διεσώθησαν ἐπὶ τούτων εἰρημένου πρὸς τὸ σωθῆναι ἐκείνην (εἴρηται γὰρ πρὸς τὴν αἱμορροοῦσαν· »ἡ πίστις σου σέσωκέ σε«), καὶ αὐτὸς ἐπιστήσεις.