Ancient Greek · ~20 min
Ὠριγένους ἐκ τῶν εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον ἐξηγητικῶν τόμος ι΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 10-11) 14.1
Not analysed yet
Συνήκατε ταῦτα πάντα; λέγουσι ναί (13, 51 [52]). Ὁ γινώσκων τὰ ἐν ταῖς καρδίαις τῶν ἀνθρώπων Χριστὸς Ἰησοῦς (ὡς καὶ περὶ τούτου ἐκίδαξεν ἐν τῷ εὐαγγελίῳ ὁ Ἰωάννης) οὐκ ἀγνοῦν ἐρωτᾷ, ἀλλ’ ἅπαξ ἀναλαβὼν ἄνθρωπον χρῆται καὶ τοῖς αὐτοῦ πᾶσιν, ὧν ἕν καὶ τὸ ἐρωτᾶν. καὶ οὐ θαυμαστὸν εἰ ὁ σωτὴρ τοῦτο ποιεῖ, ὅπου γε καὶ ὁ τῶν ὅλων θεὸς τροποφορῶν τοὺς ἀνθρώπους »ὡς εἴ τις τροπφορήσαι ἄνθρωπος τὸν υἱὺν αὐτοῦ« πυνθάνεται, ὡς ἐν τῷ »Ἀδάμ, ποῦ εἶ«; καὶ »ποῦ ἐστιν Ἄβελ ὁ ἀδελφός σου«; βιασάμενος δέ τις ἐνταῦθα φήσει οὐκ ἐρωτη- ματικῶς εἰρῆσθαι ἀλλὰ ἀποφαντικῶς τὸ συνήκατε, ἐρεῖ δ’ ὅτι καὶ οἱ μαθηταῖ μαρτυροῦντες αὐτοῦ τῇ ἀποφάσει λέγουσιν αὐτῷ τὸ ναί. πλὴν εἴτε ἐρωτᾷ εἴτε ἀποφαίνεται, ἐναγκαίως λέγται οὐ τὸ ταῦτα μόνον (δεικτικὸν ἔν) οὐδὲ τὸ πάντα μόνον, ἀλλὰ τὸ ταῦτα πάντα. ἔοικε δὲ νῦν τοὺς μαθητὰς παριστάναι πρὸ τῆς τῶν οὐρανῶν βασιλείας γραμματεῖς γεγονέναι· ἀλλὰ τούτῳ ἐναντιώσεται τὸ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων τοῦτον εἰρημένον τὸν τρόπον· »θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ Ἰωάννου καὶ καταλαβόντες ὅτι ἄνθρωποι ἀγράμματοί εἰσι καὶ διῶται ἐθαύμαζον, ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν«. ἐπιζητήσει τις οὖν πρὸς ταῦτα· εἰ μὲν γραμματεῖς ἦσαν, πῶς »ἀγράμματοι« ἐν ταῖς Πράξεσι λέγονται »καὶ ἰδιῶται«; εἰ δ’ ἦσαν »ἀγράμματοι καὶ ἰδιῶται«, πῶς σαφέστατα γραμματεῖς ὑπὸ τοῦ σωτῆρος ὀνομάζονται; λεχθείη δ’ ἄν εἰς τὰ ἐζητημένα ὅτι ἤτοι οὐ πάντες ἀλλὰ Πέτρος καὶ Ἰωάννης »ἀγράμματοι καὶ ἰδιῶται« ἐν ταῖς Πράξεσιν εἴρηνται, πλείονες δ’ ἦσαν οἱ μαθηταί, ἐφ’ οἷς συνιεῖσι πάντα λέλεκται τὸ πᾶς γραμματεὺς καὶ τὰ ἑξῆς· ἤ γραμμα- τεὺς πᾶς ὁ μεμαθητευμένος τῇ κατὰ τὰ γράμμα τοῦ νόμου διδασκαλίᾳ ἀνομάζεται, ὡς καὶ τοῦς ἀγραμμάτους μὲν καὶ ἰδιώτας (ἀγομένους δὲ ὑπὸ τῷ τοῦ νόμου γράμματι) γραμματεῖς λέγεσθαι κατά τι σημαινόμενον. καὶ ἰδιωτῶν γε μάλιστά ἐστι, μὴ εἰδότων τροπολογεῖν μηδὲ συνιέντων τὰ τῆς ἀναγωγῆς τῶν γραφῶν, ἀλλὰ τῷ γράμματι ψιλῷ πιστευόντων καὶ ποῦτο ἐκδικύντων, τὸ χρηματίζειν αὐτοὺς γραμματεῖς. Οὕτως δέ τις διηγήσεται καὶ τὸ »οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑοκριταί«, ὡς παντὶ εἰρημένον τῷ πλὴν τοῦ γράμματος μηδὲν ἐπισταμένῳ. ἔνθα ζητήεις, εἰ ὥστερ νομιδὸς γραμματεὺς οὕτως ἔσται καὶ εαγγελικός, καὶ ὥσπερ τὸν νόμον ἀναγινώσκων καὶ ἀκύων καὶ λέγων »ἅτινά ἐστιν ἀλληγορούμενα«, οὕτω καὶ τὸ εὐαγγέλιον, ὡς εἰδέναι (τηρουμένης τῆς κατὰ τὰ γενομενα ἱστορίας) τὴν ἐπὶ τὰ πνευματικὰ ἄπταιστον ἀναγωγήν, ἵνα μὴ ᾖ μαθήματα »πνευματικὰ πονηρίας«, ἀλλ’ ἐναντίως ἔχοντα πωευματικῖς πονηρίας πωευματικὰ ἀγαθότητος. μαθητεύεται δὲ τῇ βασιλείᾳ τῶν οὐρανῶν γραμματεὺς κατὰ μὲν τὰ ἁπλούστερον, ὅτε ἀπὸ Ἰουδαϊσμοῦ ἀναλαμβάνει τις τὴν Ἰησοῦ Χριστοῦ ἐκκλησιαστικὴν διδασκαλίαν· κατὰ δὲ τὸ βαθύτερον, ὅτε τὰς διὰ τοῦ γράμματος τῶν γραφῶν εἰσαγωγὰρ παρα- λαβών τις ἀναβαίνει ἐπὶ τὰ πνευματικά, ἀνομαζόμενα βασιλείαν οὐρανῶν. καὶ καθ’ ἕκαστόν γε διανόημα ἐπιτυγχανόμενον καὶ ἐπαναβεβηκότως τῶν οὔτως ἀποδεδομένων οὐρανῶν. οὕτω δὲ καὶ τροπολογήσεις τό »μετα- νοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν«, ἵν’ οἱ γραμματεῖς, τουτέστιν οἱ τῷ γράμματι ψιλῷ προσαναπαυόμενοι, μετανοοῦντες ἀπὸ τῆς τοιαύτης ἐκδοχῆς μαθητεύωνται τῇ διὰ Ἰησοῦ Χριστοῦ τοῦ ἐμψύχου λόγου πνευ- ματικῇ διδασκαλίᾳ, καλουμένῃ βασιλείᾳ οὐρανῶν. διὰ τοῦτο καὶ ὅσον μὲν Ἰησοῦς Χριστός, ὁ »ἐν ἀρχῇ πρὸς τὸν θεὸν« θεὸς λόγος οὐκ ἐπιδημεῖ ψυχῇ, οὐκ ἔστιν ἐν ἐκείνῃ ἡ βασιλεία τῶν οὐρανῶν· ὅταν δὲ ἀγγύς τις γένηται τοῦ χωρῆαι τὸν λόγον, τούτῳ ἐγγίζει ἡ βασιλεία τῶν οὐρανῶν. Εἰ δὲ ταῦτόν ἐστιν ὑποστάσει (εἰ καὶ μὴ ἐπινοίᾳ) βασιλεία οὐρανῶν καὶ βασιλεία θεοῦ, δῆλον ὅτι πρὸς οὕς λέγεται· »ἡ βασιλεία τοῦ θεοῦ ἐν- τὸς ὑμῶν ἐστι«, πρὸς πούτους ἄν λέγοιτο καὶ τὸ »ἡ βασιλεία« τῶν οὐρανῶν »ἐντὸς ὑμῶν ἐστι«, καὶ μάλιστα διὰ τὴν ἀπὸ τοῦ γράμματος ἐπὶ τὸ πνεῦμα μετάνοιαν, ὅτι »ἡμίκα ἄν ἐπιστρέψῃ« τις »πρὸς κύριον, περιαιρῖται τὸ« ἐπὶ τῷ γράμματι »κάλυμμα· ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν«. ὁ δὲ ἀληθῶς οἰκο- δεσπότης καὶ ἐλεύθερός ἐστι καὶ πλούσιος · πλουτῶν διὰ τὸ ἀπὸ γραμματείας μεμαθητεῦ< σ >θαι τῇ βασιλείᾳ τῶν οὐρανῶν »ἐν παντὶ λόγῳ« τῷ παρὰ τῆς παλαιᾶς διαθήκης »καὶ ἐν πάςῃ γνώσει« τῇ περὶ τῆς καινῆς Χριστοῦ Ἰησοῦ διδασκαλίας, καὶ τὸν πλοῦτον τοῦτον ἔχων ἀποκείμενον ἐν τῷ αὐτοῦ θησαυρῷ, ᾧ θησαυρίζει ὡς βασιλείᾳ μαθητευθεῖς τῶν οὐρανῶν »ἐν οὐρανῷ, ὅπου οὔτε σὴς ἀφανίζει, οὔτε κλέπται διορύσσουσι«. καὶ ἔστι γε ἀληθῶς ὁρίσασθαι περὶ τοῦ (ὡς ἀποδεδώκαμεν) ἐν οὐρανοῖς θησαυρί- ζοντος, ὅτι οὐδὲ εἷς σὴς τῶν παθῶν ἅψασθαι αὐτοῦ τῶν πνευματικῶν καὶ οὐρανίων δύναται χρημάτων. σὴς δὲ τῶν παθῶν εἶπον λαβὼν ἀφορμὴν ἀπὸ τῶν Παροιμιῶν, ἐν αἷς γέγραπται· »ὥσπερ σὴς ἐν ἱματίῳ καὶ ἐν ξήλῳ σκώληξ, οὕτως λύπη ἀνδρὸς βλάπτει καρδίαν«· σκώληξ γὰρ καὶ σής ἐστιν ἡ λύπη, βλάπτουσα καρδίων τὴν μὴ ἐν οὐρανοῖς καὶ τοῖς πνευματικῖς ἔχουσαν τοὺς θησαυρούς, ἐν οἷς ἐάν τις θησαυρίζῃ (ἐπεὶ »ὅπου ὁ θησαυρός, ἀκεῖ καὶ ἡ καρδία«), ἐν οὐρανοῖς ἔχει τὴν καρδίαν καὶ δἰ αὐτὴν λέγει· »ἐὰν παρατάξηται ἐπ’ ἐφὲ παρεμβολύ, οὐ φοβηθήσεται ἡ καρδία μου«. οὕτω δὲ οὐδὲ κλέπται, περὶ ὧν εἶπεν ὁ σωτὴρ ὅτι »πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ κλέπται εἰσὶ καὶ λῃσταί«, διορύσσειν δύνανται τὰ ἐν οὐρανοῖς τεθησαυρισμένα καὶ τὴν παροῦσαν αὐτοῖς καρδίαν καὶ διὰ τοῦτο λέγουσαν· »συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ« καὶ »ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει«.