Ancient Greek · ~12 min
Ὠριγένους ἐκ τῶν εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον ἐξηγητικῶν τόμος ι΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 10-11) 15.1
Not analysed yet
Ἐπεὶ δὲ πᾶς γραμματεὺς μαθητευθεὶς τῇ βσιλείᾳ τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστιε πρφέρει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά, δῆλον ὅτι καὶ (κατὰ τὴν καλουμένην τῆς προτάσεως ἀντιστροφὴν) πᾶς ὅστις μὴ προφέρει ἐν τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά, οὐκ ἔστι γραμματεὺς μαθητευεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν. συνάγειν οὖν παντίτρόπῳ πειρατέον ἐν τῇ καρδίᾳ ἡμῶν διὰ τοῦ προσέχειν »τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ« καὶ »ἐν τῷ νόμῳ κυρίου μελετᾶν ἡμέρας καὶ νυκτὸς« οὐ μόνον τὰ καινὰ τῶν εὐαγγελίων καὶ τῶν ἀποστόλων καὶ τῆς ἀποκαλύψεως αὐτῶν λόγια, ἀλλὰ καὶ παλαιὰ τοῦ »σκιὰν« ἔχοντος »τῶν μελλόντων ἀγαθῶν« νόμου καὶ τῶν ἀκολούθως αὐτοῖς προφητευσάντων προφητῶν. συναχθἠσεται δὲ ταῦτα, ἐπὰν καὶ ἀναγινώσκωμεν καὶ γινώσκωμεν καὶ μεμνημένοι τούτων »πνευματικὰ πνευματικοῖς« εὐκαίρως συγκρίωμεν, οὐ τὰ ἀσύγκριτα πρὸς ἄλληλα συγκρίνοντες, ἀλλὰ συγκριτὰ καὶ ὁμοιότητά τινα ἔχοντα λέξεως ταὐτὸν σημαινύσης καὶ νοημάτων καὶ δογμάτων, ἴν' »ἐπὶ στόματος δύο ἤ τριῶν« ἤ καὶ πλειόνων »μαρτύρων« τῶν ἀπὸ τῆς γραφῆς στήσωμεν καὶ βεβαιώσωμεν »πᾶν ῥῆμα« τοῦ θεοῦ. καὶ διὰ τούτων δὲ δυσωπητέον τοὺς (ὅσον ἐφ' ἑαυτοῖς) τὴν θεότητα διαιροῦντας καὶ διακόπτοντας ἀπὸ τῶν παλαιῶν τὰ καινἀ, ὡς μακρὰν τυγχάνοντας τῆς πρὸς τὸν οἰκοδεσπότην ὁμοιώσεως, προφέροντα ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά. Ἐπεὶ δὲ ὁ ὁμοιούμενός τινι ἔτερός ἐστι παρ' ἐκεῖνον ᾦ ὁμοιοῦται, ἔσται ὁ μὲν μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν γραμματεὺς ὁ ὁμοιούμενος, ἔτερος δὲ παρὰ τοῦτον ὁ οἰκοδεσπότης, ὄς προφέρει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά· ὁ δὲ ὁμοιούμενος αὐτῷ, ὡς τοῦτον μιμούμενος, τὸ παραπλήσιον ποιεῖν βούλεται. μήπ[οτε οὖν ὁ μὲν οἰκοδεσπότης ἄνθρωπος αὐτός ἐστιν ὁ Ἰησοῦς, προφέρων ἐκ τοῦ θησαυροῦ αὐτοῦ κατὰ τὸν καιρὸν τῆς διδασκαλίας καινὰ μὲν τὰ πνευματικὰ καὶ ἀεὶ ἀνακαινούμενα ὑπ' αὐτοῦ ἐν τῷ ἔσω τῶν δικαίων ἀνθρώπῳ καὶ ἀεὶ ἀνακαινουμένῳ »ἡμέρᾳ καὶ ἡμέρᾳ«, παλαιὰ δἐ τὰ »ἐκ γράμμασιν ἐντετυπωμένα λίθοις« καὶ λιθίναις καρδίαις τοῦ παλαιοῦ ἀνθρώπου, ἴνα τῇ συγκρίσει τοῦ γράμματος καὶ τῇ παρστάσει τοῦ πνεύματος πλουτίσῃ τὸν μαθητευθέντα τῇ βασιλείᾳ τῶν οὐρανῶν γραμματέα καὶ ποιήσῃ ἑαυτῷ ὄμοιον, ἔως ὁ μαθητὴς »γένηται ὡς ὁ διδάσκαλος«, μιμούμενος πρῶτον τὸν μιμητὴν τοῦ Χριστοῦ, μετὰ δὲ τοῦτον καὶ αὐτὸν τὸν Χριστὸν κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Παύλου· »μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ«. δύναται δὲ καὶ ἁπλούστερον Ἰησοῦς ὁ οἰκοδεσπότης προφέρειν ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ μὲν τὴν εὐαγγελικὴν διδασκαλίαν παλαιὰ δὲ τὴν σύγκρισιν τῶν ἀπὸ νόμου καὶ προφητῶν παραλαμβανομένων ῥητῶν, ὦν παραδείγματα ἔστιν ἐν τοῖς εὐαγγελίοις εὑρεῖν. περὶ δὲ τούτων τῶν παλαιῶν καὶ καινῶν ἀκουστέον καὶ τοῦ πνευματικοῦ νόμου λέγοντος ἐν Λευϊτικῷ· »καὶ φάγεσθε παλαιὰ καὶ παλαιὰ παλαιῶν, καὶ παλαιὰ ἐκ προσώπου νέων ἐξοίσετε· καὶ θήσω τὴν σκηνήν μου ἐν ὑμῖν«· ἐσθίομεν γὰρ ἐν εὐλογίᾳ τὰ παλαιά, τοὺς προφητικοὺς λόγους, καὶ τούτων τῶν παλαιῶν τὰ παλαιά, τοὺς νομικούς, καὶ ἐλθόντων τῶν νέων καὶ εὐαγγελικῶν βιοῦντες κατὰ τὸ εὐαγγέλιον τὰ παλαιὰ τοῦ γράμματος ἐκ προσώπου νέων ἐκφέρομεν, καὶ τίθησι τὴν ἑαυτοῦ σκηνὴν ἐν ἡμῖν πληρῶν ἤν εἶπεν ἐπαγγελίαν· »ἐνοικήσω καὶ ἐμπεριπατήσω ἐν αὐτοῖς«.