Ancient Greek
Ὠριγένους ἐκ τῶν εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον ἐξηγητικῶν τόμος ι΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 10-11) 16
Not analysed yet
Καὶ ἐγένετο ὄτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν. καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ (13, 53 [—58]). Ἐπεὶ ἐν τοῖς ἀνωτέρω ἐξητάσαμεν μήποτε τὰ μὲν τοῖς ὄχλοις λελαλημένα παραβολαὶ ἦσαν τὰ δὲ τοῖς μαθηταῖς ὁμοιότητες, καὶ τὰς εἰς τοῦτο ὑποπεσούσας παρατηρήσεις ἐξεθέμεθα, ὡς οἶμαι, οὐκ εὐκαταφρονήτους τυγχανούσας, χρὴ εἰδέναι, ὄτι δόξει ἐκείνοις πᾶσιν ἐναντιοῦσθαι τὸ ἐπιλέγεσθαι οὐκ ταῖς παραβολαῖς μόνον, ἀλλὰ καὶ ἐπὶ ταῖς (ὡς ἐξεδώκαμεν) ὁμοιότησι τὸ καὶ ἐγένετο ὄτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν. ζητοῦμεν οὖν πότερον ἐκεῖνα πάντα ἀθετητέον ἤ δύο γένη παραβολῶν λεκτέον, τῶν τε τοῖς ὄχλοις λαλουμένων καὶ τῶν τοῖς μαθηταῖς ἐπαγγελλομένων, ἤ καὶ ὁμώνυμον τὸ τῆς παραβολῆς ὄνομα νομιστέον ἤ τὸ ἐγένετο ὄτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας ἐπὶ τὰς ἀνωτέρω παραβολὰς μόνας τὰς πρὸ τῶν ὁμοιώσεων ἀνακτέον. διὰ γὰρ τὸ »ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς«, οὐχ οἶόν τε λέγειν τοῖς μαθηταῖς (ἄτε οὐκ οὖσι τῶν ἔξω) ἐν παραβολαῖς ἐκείνοις τὸν σωτῆρα μελαληκέναι. τούτῳ δὲ ἀκολουθεῖ ἤτοι τὸ ἐγένετο ὄτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν ἀναφέρεσθαι ἐπὶ τὰς ἀνωτάτω εἰρημένας παραβολὰς ἤ ὁμώνυμον εἶναι τὸ τῆς παραβολῆς ὄνομα ἤ δύο γένη εἶναι παραβολῶν ἤ μηδ' ὄλως εἶναι παραβλὰς ἄ ὠνομάσαμεν ὁμοιώσεις. πρόσχες δὲ ὄτι ἔξω τῆς πατρίδος αὐτοῦ λέγει τὰς παραβολάς, ἄς ὄτε ἐτέλεσε μετῆρεν ἐκεῖθεν, καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν. καὶ ὁ Μᾶρκος δέ φησι· »καὶ ἦλθεν εἰς τὴν πατρίδα αὐτοῦ, καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ«. ζητητέον οὖν καὶ κατὰ τὴν λέξιν, πότερον Νάζαρα λέγει τὴν πατρίδα αὐτοῦ ἤ Βηθλεέμ· Νάζαρα μὲν διὰ τὸ »Ναζωραῖος κληθήσεται«, Βηθλεὲμ δὲ ἐπεὶ ἐν αὐτῇ γεγέννηται. ἔτι δὲ ἐφίστημι μήποτε δυνάμενοι οἱ εὐαγγελισταὶ εἰπεῖν· ἐλθὼν εἰς Βηθλεὲμ ἤ ἐλθὼν εἰς Νάζαρα, τοῦτο μὲν οὐ πεποιήκασι πατρίδα δὲ ὠνομάκασι διά τι μυστικῶς ἐν τῷ τόπῳ περὶ τῆς πατρίδος αὐτοῦ δηλούμενον ὄλης οὔσης τῆς Ἰουδαίας, ἐν ᾖ ἠτίμωται κατὰ τὸ οὐκ ἕστι προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ. καὶ ἐάν τις κατανοήσῃ Ἰησοῦν Χριστὸν »Ἰουδαίοις μὲν σκάνδαλον«, παρ' οἶς μέχρι τοῦ νῦν διώκεται, ἐν δὲ τοῖς ἔθνεσι κηρυσσόμενον καὶ πεπιστευμένον (ἔως γὰρ πάσης τῆς γῆς ἔδραμεν ὁ λόγος αὐτοῦ), ὄψεται ὄτι Ἰησοῦς ἐν μὲν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ εἶχε, παρὰ δὲ τοῖς ξένοις »τῶν διαθηκῶν« τιμᾶται, τοῖς ἔθνεσι. τίνα δὲ διδάσκων ἔλεγεν ἐν τῇ συναγωγῇ αὐτῶν, οὐκ ἀναγεγράφασιν οἱ εὐαγγελισταί, ἀλλ' ὄτι τηλικαῦτα καὶ τοιαῦτα ἦν, ὤστε ἐκπλήττεσθαι πάντας· καὶ εἰκὸς ὄτι ὑπὲρ γραγὴν ἦν τὰ εἰρημένα. πλὴν ἐν τῇ συναγωγῇ αὐτῶν ἐδίδασκεν, οὐ σχίζων ἀπ' αὐτῆς οὐδὲ ἀθετῶν αὐτήν.