Ancient Greek
Ὠριγένους ἐκ τῶν εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον ἐξηγητικῶν τόμος ι΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 10-11) 4
Not analysed yet
Πόλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὑρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψεν (13,44). Τὰς μὲν προτέρας παραβολὰς τοῖς ὄχλοις εἶπε · ταύτην δὲ καὶ τὰς ἑξῆς αὐτῆς δύο, οὐ παραβολὰς ἀλλ' ὁμοιώσεις πρὸς τὴν τῶν οὐρανῶν βασιλείαν τυγχανούσας, ἔοικεν ἐν τῇ οἰκίᾳ γενόμενος πρὸς τοὺς μαθητὰς εἰρηκέναι· περὶ ἧς ὁ προσέχων τῇ ἀναγνώσει ἐξεταζέτω καὶ τῶν ἑξῆς δύο, μήποτε οὐδέ παραβολαί εἰσιν’ ἐπ' ἐκείνων μέν γὰρ οὐκ ὤκνησεν ἡ γραφὴ καθ' ἑκάστην προτάσσειν τὸ ὄνομα τῆς παραβολῆς, ἐπὶ δέ τούτων τὸ αὐτὸ οὐ πεποίηκεν. καὶ εἰκότως γε τοῦτο πεποίηκεν. εἰ γὰρ τοῖς ὄχλοις ἐλάλησεν »ἐν παραβολαῖς« καὶ »ταῦτα πάντα ἐλάλησεν ἐν παραβολαῖς καὶ χωρὶς παραβολῆς οὐκ ἐλάλει αὐτοῖς« οὐ τοῖς ὄχλοις δέ ἐλθὼν εἰς τὴν οἰκίαν« διαλέγεται ἀλλὰ τοῖς προσελθοῦσιν αὐτῷ μαθηταῖς ἐν αὐτῇ, δῆλον ὅτι οὔκ εἰσι παραβολαὶ τὰ ἐν τῇ οἰκιᾳ λελαλημένα· τοῖς γὰρ »ἔξω« ἐν παραβολαῖς λαλεῖ καὶ οἶς »οὐ δἐδπται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν«. φήσει τις οὖν’ εἰ μή εἰσιν αὗται παραβολαί, τί εἰσιν; μήΠοτε οὖν τῇ λέξει τῆς γραξῆς ἀκολυθοῦντες φήσομεν, ὅτι ὁμοιότητές εἰσι. διαφέρει δέ ὁμοιότης παραβολῆς· γεγραπται γὰρ ἐν τῷ Μάρκῳ. »τίνι ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ θεοῦ, ἢ ἔν τίνι αὐτὴν παραβολῇ θῶμεν »ἐκ τούτου παρίσταται διαφορὰν εἶναι ὁμοιώσεως καὶ παραβολῆς. ἔοικεν οὖν ἡ μέν ὁμοίωσις εἶναι γενική, ἡ δὲ παραβολὴ εἰδική. τάχα δὲ καὶ ἡ ὁμοίωσις γενικωτάτη οὖσα τῆς παραβολῆς ἔχει ἐν εἴδει, ὥσπερ τὴν παραβολήν, οὕτω καὶ ὁμώνυμον τῷ γενικῷ τὴν ὁμοίωσιν. ὄπερ καὶ ἐπὶ τῶν συμβέβηκεν, συμβέβηκεν, ὡς τετηρήκασιν οἱ δεινοὶ περὶ τὴν τῶν πολλῶν ὁνομάτων θέσιν· οἵτινες λέγουσι καὶ γενικωτάτην εἶναι τὴν ὁρμὴν πολλῶν εἰδῶν περιεκτικήν, ὤσπερ καὶ ἀφορμῆς καὶ ὁρμῆς, ἐν εἴσει ὁμωνύμως τῷ γενικῷ παραλμβάνεσθαι πρὸς ἀντιδιαστολὴν τῆς ἀφορμῆς τὴν ὁρμήν.