Ancient Greek · ~5 min
Ὠριγένους ἐκ τῶν εἰς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον ἐξηγητικῶν τόμος ι΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 10-11) 5
Not analysed yet
Καὶ ἐν τούτῳ ζητητέον ἰδίᾳ τὸν ἀγρὸν καὶ ἰδιᾳ τὸν κεκρυμμένον ἐν αὐτῷ θησαυρόν, καὶ τίνα τρόπον εὑρὼν τοῦτον κεκρυμμένον τὸν θησαυρὸν ὁ ἄνθρωπος ἀπὸ τῆς χαρᾶς ἄπεισι καὶ πωλεῖ ὄσα ἔχει, ἴνα ἀγοράσῃ τὸν ἀγρὸν ἐκεῖνον. ζητητέον δὲ καὶ τίνα ἐστὶνα ἄ πωλεῖ. δοκεῖ δή μοι κατὰ ταῦτα ἀγρὸς μὲν εἶναι ἡ γραφὴ καταφυτευθεῖσα τοῖς φανεροῖς τῶν ῤητῶν τῆς ἱστορίας καὶ τοῦ νόμου καὶ τῶν προφητῶν καὶ τῶν λοιπῶν λοιπῶν (πολλὴ γὰρ φυτεία καὶ ποικίλη ἐστὶ καὶ ἡ τῶν τῆς ὅλης γραφῆς), ὁ δὲ ἐν τῷ ἀγρῷ κεκρυμμένος θησαυρὸς τὰ καὶ ὑποκείμενα τοῖς φανεροῖς φανεροῖς τῆς σοφίας »ἐν μυστηρίῳ« ἀποκεκρυμμένης καὶ τῷ χριστῷ, »ἐν ᾦ εἰσιν οἱ θησαυροὶ τῆς σοφίας κοὶ γνώσεως ἀπόκρυφοι«. ἄλλος δ’ ἄν λέγοι ἀγρὸν μὲν εἶναι τὸν ἀληθῶς πλήρη, »ὅν εὐλόγησε κύριος«, τὸν Χριστὸν τοῦ θεοῦ«, τὸν δ’ ἐν αὐτῷ κεκρυμμένον θησαυρὸν τὰ εἰρημένα παρὰ τῷ Παύλῳ κεκρύφθαι ἐν Χριστῷ, λέγοντι περὶ Χριστοῦ τὸ »ἐν ᾦ εἰσιν οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι«. τὰ ούράνια τοίνυν πράγματα καὶ ἡ βασιλεία τῶν οὐρανῶν ὥσπερ ἐν εἰκόνι γέγραπται τοῖς γραφαῖς, αἴτινές εἰσιν ἡ βασιλεία τῶν οὐρανῶν, ἢ αὐτός ἐστιν ὁ Χριστὸς ὁ βασιλεὺς τῶν αἰώνων ἡ βασιλεία τῶν οὐρανῶν, ὡμοιωμένη θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ.