Ancient Greek · ~12 min
Τῶν εἰς τὸ κατὰ Ματθαῖον Ὠριμένους ἐξηγητικῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 11.1
Not analysed yet
Ἅμα δέ κοὶ ζητήσει τις, τίνες οὗτοι οἱ γεωργοὶ οἱ εἰπόντες· τες· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν. οὐ γὰρ φαίνονται Ἰουδαῖοι ἀποκτείναντες αὐτὸν ὡς υἱὸν τοῦ οἰκοδεσπότου. καὶ πρὸς τοῦτο δέ φήσει τις ὅτι, ἡνίκα διελάουν πρὸς ἀλλήλους ὅστις εἴη, τινὲς εἶπον ὅτι οὗτός ἐστιν ὁ Χριστός, πρὸς οὓς ἀπεκρί- ναντο ἄλλοι· »ὁ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστί· τοῦτον δὲ οἴδαμεν πόθεν ἐστίν«. εἶτ’ ἐπεὶ ἀπὸ τῶν σημείων καὶ τῶν τεραστίων καὶ θείων δυνάμεων πληττόμενοι ἐφρόνουν μὲν αὐτὸν εἶναι τὸν Χριστὸν τοῦ θεοῦ, οὐχ ὡμολόγουν δέ, καὶ ἀληθὲς μέν τὸ ἐντραπήσονται τὸν υἱόν μου, ἀληθὲς δὲ καὶ τὸ (ἀπεγνωκότων αὐτῶν ὅτι εἴη υἱὸς) λελέχθαι οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν. διὰ τοῦτό φησιν ὁ σωτήρ ’»κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί«, ἐπιστήσας δέ τις τοῖς ἀναγεγραμμένοις περὶ τοῦ Ἡρώδου, ἡνίκα ἔμαθεν ἀπὸ τῶν μόγων τετέχθαι τὸν βασιλέα »τῶν Ἰουδαίων«, ὄψεται ὅτι δύνανται οἱ ἀποκτείναντες τὸν σωτῆρα, ἐγνωκότες ὅτι υἱὸς εἴη, οὐδὲν ἧττον ἐπιβεβουλευκέναι αὐτῷ. καὶ γὰρ ὁ Ἡρώδης, μαθὼν ἀπὸ τῶν γραμματέων ὅτι »ἐν Βηθλεὲμ« »γεννᾶται ὁ Χριστὸς« κοὶ συγκαταθέμενος ὅτι Χριστὸς εἴη ὁ γεννώμενος, ἀποστέλλει μέν αὐτοὺς λέγων· »πορευθέντες ἀκριβῶς ἐξετάσατε περὶ τοῦ παιδίου, ἵνα κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ«, οὐδέν δ’ ἧττον ἐπανελθόντων αὐτῶν ἐπεβούλευσε τῷ παιδίῳ, οὐκ ἀπιστῶν ὅτι ὁ Χριστὸς ἦν. οὐκ ἂν γὰρ πάντη ἀπιστῶν πάντα τὰ παιδία ἀνεῖλε »τὰ ἐν Βηθλεὲμ καὶ ἐν τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων«· ἀλλὰ καὶ ἐπίστευσεν αὐτὸν εἶναι τὸν χριστὸν τὸν προφητευόμενον καὶ ἐβούλετο αὐτὸν ἀποκτεῖναι καὶ τὸ ὅσον γε ἐφ’ ἑαυτῷ ἀπέκτεινεν αὐτόν. Οὕτως οὖν δύνανται καὶ οἱ ἐπιβουλεύσαντες τῷ σωτῆρι ἐγνωκεναι μεν οὐχ ὥστε καὶ εἰς ἄλλους φθάσαι τὸν λόγον αὐτῶν, ἐν ἑαυτοῖς γὰρ εἰπον· ουτός ἐστιν ὁ κληρονόμος). οὐδὲν <δ᾿> ἧττον αὐτὸν ἀνῃρηκέναι. ᾠήθησαν γὰρ ἀποκτείναντες τὸν Χριστὸν καὶ μὴ νοοῦντες αὐτοῦ τὴν ἀνάστασιν («εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τόν κύριον τῆς δόξης ἐσταύρωσαν«) αὐτοὶ κύριοι ἔσεσθαι τῶν πραγμάτων, ἐπεὶ ἀπετύφλωσεν αὐτοὺς ἡ κακία αὐτῶν καὶ οὐκ ἔγνωσαν μυστήρια θεοῦ, καὶ ὡς μὴ ἐγνωκότες αὐτὰ ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος τὸν υἱὸν καὶ ἀπέκτειναν αὐτόν. τὸ δέ ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος τοιοῦτον εἶναί μοι φαίνεται· τὸ ὅσον ἐφ’ ἑαυτοῖς, ἀλλότριον αὐτὸν εἶναι ἔκριναν καὶ τοῦ ἀμπελῶνος γα τῶν γεωργῶν, ἡνίκα κατεψηφίζοντο αὐτοῦ τὴν πρὸς θάνατον ψῆφον. κοὶ ἐπὶ τούτοις ὁ σωτὴρ πυνθάνεται τῶν καὶ αὐτῶν γεωργῶν πονηρῶν λέγων αὐτοῖς ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; οἱ δέ λέγουσιν αὐτῷ, ἐκ τοῦ στόματος αὑτῶν κριθησόμενοι καὶ καταδικασθησόμενοι ὡς κακοὶ κακῶς ἀπολούμενοι καὶ μηκέτι μέλλοντες ἔχειν »τὰ λόγια τοῦ θεοῦ«, τὸ κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελὼνα ἐκδώσεται ἄλλοις γεωργοῖς ,οἵτινες τινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. και οιονει προφητευουσιν ομοιως τῳ Καιάφᾳ τῷ ἀρχιερεῖ »τοῦ ἐνιαυτοῦ ἐκείνου«, καὶ »ἀφ᾿ ἑαυτοῦ« μὴ εἰρηκότι τὸ ἀληθές, ἀλλ᾿ ἐπεὶ »ἀρχιερεὺς« ἧν <προφητεύσαντι>· δέ περὶ τῶν ἐθνῶν ὅτι δώσουσι τῷ οἰκοδεσπότῃ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν.